ἣ μὲν γὰρ ἁρπασθεῖσʼ ἑκοῦσʼ ἀπώλετο,σὺ δʼ ἄνδρʼ ἄριστον Ἑλλάδος διώλεσας,σκῆψιν προτείνουσʼ, ὡς ὑπὲρ τέκνου πόσινἔκτεινας· οὐ γάρ σʼ ὡς ἔγωγʼ ἴσασιν εὖ.ἥτις, θυγατρὸς πρὶν κεκυρῶσθαι σφαγάς,νέον τʼ ἀπʼ οἴκων ἀνδρὸς ἐξωρμημένου,ξανθὸν κατόπτρῳ πλόκαμον ἐξήσκεις κόμης.γυνὴ δʼ, ἀπόντος ἀνδρός ἥτις ἐκ δόμωνἐς κάλλος ἀσκεῖ, διάγραφʼ ὡς οὖσαν κακήν.οὐδὲν γὰρ αὐτὴν δεῖ θύρασιν εὐπρεπὲςφαίνειν πρόσωπον, ἤν τι μὴ ζητῇ κακόν.μόνη δὲ πασῶν οἶδʼ ἐγὼ σʼ Ἑλληνίδων,εἰ μὲν τὰ Τρώων εὐτυχοῖ, κεχαρμένην,εἰ δʼ ἥσσονʼ εἴη, συννεφοῦσαν ὄμματα,Ἀγαμέμνονʼ οὐ χρῄζουσαν ἐκ Τροίας μολεῖν.καίτοι καλῶς γε σωφρονεῖν παρεῖχέ σοι·ἄνδρʼ εἶχες οὐ κακίονʼ Αἰγίσθου πόσιν,ὃν Ἑλλὰς αὑτῆς εἵλετο στρατηλάτην·Ἑλένης δʼ ἀδελφῆς τοιάδʼ ἐξειργασμένηςἐξῆν κλέος σοι μέγα λαβεῖν· τὰ γὰρ κακὰπαράδειγμα τοῖς ἐσθλοῖσιν εἴσοψίν τʼ ἔχει.εἰ δʼ, ὡς λέγεις, σὴν θυγατέρʼ ἔκτεινεν πατήρ,ἐγὼ τί σʼ ἠδίκησʼ ἐμός τε σύγγονος;πῶς οὐ πόσιν κτείνασα πατρῴους δόμουςἡμῖν προσῆψας, ἀλλʼ ἐπηνέγκω λέχειτἀλλότρια, μισθοῦ τοὺς γάμους ὠνουμένη;κοὔτʼ ἀντιφεύγει παιδὸς ἀντὶ σοῦ πόσις,οὔτʼ ἀντʼ ἐμοῦ τέθνηκε, δὶς τόσως ἐμὲκτείνας ἀδελφῆς ζῶσαν. εἰ δʼ ἀμείψεταιφόνον δικάζων φόνος, ἀποκτενῶ σʼ ἐγὼκαὶ παῖς Ὀρέστης πατρὶ τιμωρούμενοι·εἰ γὰρ δίκαιʼ ἐκεῖνα, καὶ τάδʼ ἔνδικα.ὅστις δὲ πλοῦτον ἢ εὐγένειαν εἰσιδὼνγαμεῖ πονηράν, μῶρός ἐστι· μικρὰ γὰρμεγάλων ἀμείνω σώφρονʼ ἐν δόμοις λέχη.τύχη γυναικῶν ἐς γάμους. τὰ μὲν γὰρ εὖ,τὰ δʼ οὐ καλῶς πίπτοντα δέρκομαι βροτῶν.ὦ παῖ, πέφυκας πατέρα σὸν στέργειν ἀεί·ἔστιν δὲ καὶ τόδʼ· οἳ μέν εἰσιν ἀρσένων,οἳ δʼ αὖ φιλοῦσι μητέρας μᾶλλον πατρός.