ὃν εἰσιδοῦσα βαρβάροις ἐσθήμασιχρυσῷ τε λαμπρὸν ἐξεμαργώθης φρένας.ἐν μὲν γὰρ Ἄργει μίκρʼ ἔχουσʼ ἀνεστρέφου,Σπάρτης δʼ ἀπαλλαχθεῖσα τὴν Φρυγῶν πόλινχρυσῷ ῥέουσαν ἤλπισας κατακλύσεινδαπάναισιν· οὐδʼ ἦν ἱκανά σοι τὰ Μενέλεωμέλαθρα ταῖς σαῖς ἐγκαθυβρίζειν τρυφαῖς.εἶἑν· βίᾳ γὰρ παῖδα φῄς σʼ ἄγειν ἐμόν·τίς Σπαρτιατῶν ᾔσθετʼ; ἢ ποίαν βοὴνἀνωλόλυξας — Κάστορος νεανίουτοῦ συζύγου τʼ ἔτʼ ὄντος, οὐ κατʼ ἄστρα πω;ἐπεὶ δὲ Τροίαν ἦλθες Ἀργεῖοί τέ σουκατʼ ἴχνος, ἦν δὲ δοριπετὴς ἀγωνία,εἰ μὲν τὰ τοῦδε κρείσσονʼ ἀγγέλλοιτό σοι,Μενέλαον ᾔνεις, παῖς ὅπως λυποῖτʼ ἐμὸςἔχων ἔρωτος ἀνταγωνιστὴν μέγαν·εἰ δʼ εὐτυχοῖεν Τρῶες, οὐδὲν ἦν ὅδε.ἐς τὴν τύχην δʼ ὁρῶσα τοῦτʼ ἤσκεις, ὅπωςἕποιʼ ἅμʼ αὐτῇ, τῇ ἀρετῇ δʼ οὐκ ἤθελες.κἄπειτα πλεκταῖς σῶμα σὸν κλέπτειν λέγειςπύργων καθιεῖσʼ, ὡς μένουσʼ ἀκουσίως;ποῦ δῆτʼ ἐλήφθης ἢ βρόχους ἀρτωμένηἢ φάσγανον θήγουσʼ, ἃ γενναία γυνὴδράσειεν ἂν ποθοῦσα τὸν πάρος πόσιν;καίτοι σʼ ἐνουθέτουν γε πολλὰ πολλάκις·Ὦ θύγατερ, ἔξελθʼ· οἱ δʼ ἐμοὶ παῖδες γάμουςἄλλους γαμοῦσι, σὲ δʼ ἐπὶ ναῦς Ἀχαιϊκὰςπέμψω συνεκκλέψασα· καὶ παῦσον μάχηςἝλληνας ἡμᾶς τε. ἀλλὰ σοὶ τόδʼ ἦν πικρόν.ἐν τοῖς Ἀλεξάνδρου γὰρ ὕβριζες δόμοιςκαὶ προσκυνεῖσθαι βαρβάρων ὕπʼ ἤθελες·μεγάλα γὰρ ἦν σοι. — κἀπὶ τοῖσδε σὸν δέμαςἐξῆλθες ἀσκήσασα κἄβλεψας πόσειτὸν αὐτὸν αἰθέρʼ, ὦ κατάπτυστον κάρα·ἣν χρῆν ταπεινὴν ἐν πέπλων ἐρειπίοις,φρίκῃ τρέμουσαν, κρᾶτʼ ἀπεσκυθισμένηνἐλθεῖν, τὸ σῶφρον τῆς ἀναιδείας πλέονἔχουσαν ἐπὶ τοῖς πρόσθεν ἡμαρτημένοις.Μενέλαʼ, ἵνʼ εἰδῇς οἷ τελευτήσω λόγον,στεφάνωσον Ἑλλάδʼ ἀξίως τήνδε κτανὼν