σαυτοῦ, νόμον δὲ τόνδε ταῖς ἄλλαισι θὲςγυναιξί, θνῄσκειν ἥτις ἂν προδῷ πόσιν.Μενέλαε, προγόνων τʼ ἀξίως δόμων τε σῶντεῖσαι δάμαρτα κἀφελοῦ, πρὸς Ἑλλάδος,ψόγον τὸ θῆλύ τʼ, εὐγενὴς ἐχθροῖς φανείς.ἐμοὶ σὺ συμπέπτωκας ἐς ταὐτὸν λόγου,ἑκουσίως τήνδʼ ἐκ δόμων ἐλθεῖν ἐμῶνξένας ἐς εὐνάς· χἡ Κύπρις κόμπου χάρινλόγοις ἐνεῖται. — βαῖνε λευστήρων πέλαςπόνους τʼ Ἀχαιῶν ἀπόδος ἐν μικρῷ μακροὺςθανοῦσʼ, ἵνʼ εἰδῇς μὴ καταισχύνειν ἐμέ.μή, πρός σε γονάτων, τὴν νόσον τὴν τῶν θεῶνπροσθεὶς ἐμοὶ κτάνῃς με, συγγίγνωσκε δέ.μηδʼ οὓς ἀπέκτεινʼ ἥδε συμμάχους προδῷς·ἐγὼ πρὸ κείνων καὶ τέκνων σε λίσσομαι.παῦσαι, γεραιά· τῆσδε δʼ οὐκ ἐφρόντισα.λέγω δὲ προσπόλοισι πρὸς πρύμνας νεῶντήνδʼ ἐκκομίζειν, ἔνθα ναυστολήσεται.μή νυν νεὼς σοὶ ταὐτὸν ἐσβήτω σκάφος.τί δʼ ἔστι; μεῖζον βρῖθος ἢ πάροιθʼ ἔχει;οὐκ ἔστʼ ἐραστὴς ὅστις οὐκ ἀεὶ φιλεῖ.ὅπως ἂν ἐκβῇ τῶν ἐρωμένων ὁ νοῦς.ἔσται δʼ ἃ βούλῃ· ναῦν γὰρ οὐκ ἐσβήσεταιἐς ἥνπερ ἡμεῖς· καὶ γὰρ οὐ κακῶς λέγεις·ἐλθοῦσα δʼ Ἄργος ὥσπερ ἀξία κακῶςκακὴ θανεῖται καὶ γυναιξὶ σωφρονεῖνπάσαισι θήσει. ῥᾴδιον μὲν οὐ τόδε·ὅμως δʼ ὁ τῆσδʼ ὄλεθρος ἐς φόβον βαλεῖτὸ μῶρον αὐτῶν, κἂν ἔτʼ ὦσʼ ἐχθίονες.οὕτω δὴ τὸν ἐν Ἰλίῳναὸν καὶ θυόεντα βω-μὸν προύδωκας Ἀχαιοῖς,ὦ Ζεῦ, καὶ πελάνων φλόγασμύρνης αἰθερίας τε κα-πνὸν καὶ Πέργαμον ἱερὰνἸδαῖά τʼ Ἰδαῖα κισσοφόρα νάπηχιόνι κατάρυτα ποταμίᾳτέρμονα πρωτόβολόν θʼ ἁλίῳ,τὰν καταλαμπομέναν ζαθέαν θεράπναν.φροῦδαί σοι θυσίαι χορῶν τʼ