Ἥκω λιπὼν Αἴγαιον ἁλμυρὸν βάθοςπόντου Ποσειδῶν, ἔνθα Νηρῄδων χοροὶκάλλιστον ἴχνος ἐξελίσσουσιν ποδός.ἐξ οὗ γὰρ ἀμφὶ τήνδε Τρωικὴν χθόναΦοῖβός τε κἀγὼ λαΐνους πύργους πέριξὀρθοῖσιν ἔθεμεν κανόσιν, οὔποτʼ ἐκ φρενῶνεὔνοιʼ ἀπέστη τῶν ἐμῶν Φρυγῶν πόλει·ἣ νῦν καπνοῦται καὶ πρὸς Ἀργείου δορὸςὄλωλε πορθηθεῖσʼ· ὁ γὰρ ΠαρνάσιοςΦωκεὺς Ἐπειός, μηχαναῖσι Παλλάδοςἐγκύμονʼ ἵππον τευχέων ξυναρμόσας,πύργων ἔπεμψεν ἐντὸς ὀλέθριον βρέτας·ὅθεν πρὸς ἀνδρῶν ὑστέρων κεκλήσεταιΔούρειος Ἵππος, κρυπτὸν ἀμπισχὼν δόρυ.ἔρημα δʼ ἄλση καὶ θεῶν ἀνάκτοραφόνῳ καταρρεῖ· πρὸς δὲ κρηπίδων βάθροιςπέπτωκε Πρίαμος Ζηνὸς ἑρκείου θανών.πολὺς δὲ χρυσὸς Φρύγιά τε σκυλεύματαπρὸς ναῦς Ἀχαιῶν πέμπεται· μένουσι δὲπρύμνηθεν οὖρον, ὡς δεκασπόρῳ χρόνῳἀλόχους τε καὶ τέκνʼ εἰσίδωσιν ἄσμενοι,οἳ τήνδʼ ἐπεστράτευσαν Ἕλληνες πόλιν.ἐγὼ δέ — νικῶμαι γὰρ Ἀργείας θεοῦἭρας Ἀθάνας θʼ, αἳ συνεξεῖλον Φρύγας —λείπω τὸ κλεινὸν Ἴλιον βωμούς τʼ ἐμούς·ἐρημία γὰρ πόλιν ὅταν λάβῃ κακή,νοσεῖ τὰ τῶν θεῶν οὐδὲ τιμᾶσθαι θέλει.πολλοῖς δὲ κωκυτοῖσιν αἰχμαλωτίδωνβοᾷ Σκάμανδρος δεσπότας κληρουμένων.καὶ τὰς μὲν Ἀρκάς, τὰς δὲ Θεσσαλὸς λεὼςεἴληχʼ Ἀθηναίων τε Θησεῖδαι πρόμοι.ὅσαι δʼ ἄκληροι Τρῳάδων, ὑπὸ στέγαιςταῖσδʼ εἰσί, τοῖς πρώτοισιν ἐξῃρημέναιστρατοῦ, σὺν αὐταῖς δʼ ἡ Λάκαινα ΤυνδαρὶςἙλένη, νομισθεῖσʼ αἰχμάλωτος ἐνδίκως.τὴν δʼ ἀθλίαν τήνδʼ εἴ τις εἰσορᾶν θέλει,πάρεστιν, Ἑκάβην κειμένην πυλῶν πάρος,δάκρυα χέουσαν πολλὰ καὶ πολλῶν ὕπερ·ᾗ παῖς μὲν ἀμφὶ μνῆμʼ Ἀχιλλείου τάφουλάθρα τέθνηκε τλημόνως Πολυξένη·