ἔνθεν δʼ ἔχοις ἂν εἰς ἔμʼ εὐπρεπῆ λόγον·ἐπεὶ θανὼν γῆς ἦλθʼ Ἀλέξανδρος μυχούς,χρῆν μʼ, ἡνίκʼ οὐκ ἦν θεοπόνητά μου λέχη,λιποῦσαν οἴκους ναῦς ἐπʼ Ἀργείων μολεῖν.ἔσπευδον αὐτὸ τοῦτο· μάρτυρες δέ μοιπύργων πυλωροὶ κἀπὸ τειχέων σκοποί,οἳ πολλάκις μʼ ἐφηῦρον ἐξ ἐπάλξεωνπλεκταῖσιν ἐς γῆν σῶμα κλέπτουσαν τόδε.βίᾳ δʼ ὁ καινός μʼ οὗτος ἁρπάσας πόσιςΔηίφοβος ἄλοχον εἶχεν ἀκόντων Φρυγῶν.πῶς οὖν ἔτʼ ἂν θνῄσκοιμʼ ἂν ἐνδίκως, πόσι,πρὸς σοῦ δικαίως, ἣν ὁ μὲν βίᾳ γαμεῖ,τὰ δʼ οἴκοθεν κεῖνʼ ἀντὶ νικητηρίωνπικρῶς ἐδούλευσʼ; εἰ δὲ τῶν θεῶν κρατεῖνβούλῃ, τὸ χρῄζειν ἀμαθές ἐστί σου τόδε.βασίλειʼ, ἄμυνον σοῖς τέκνοισι καὶ πάτρᾳπειθὼ διαφθείρουσα τῆσδʼ, ἐπεὶ λέγεικαλῶς κακοῦργος οὖσα· δεινὸν οὖν τόδε.ταῖς θεαῖσι πρῶτα σύμμαχος γενήσομαικαὶ τήνδε δείξω μὴ λέγουσαν ἔνδικα.ἐγὼ γὰρ Ἥραν παρθένον τε Παλλάδαοὐκ ἐς τοσοῦτον ἀμαθίας ἐλθεῖν δοκῶ,ὥσθʼ ἣ μὲν Ἄργος βαρβάροις ἀπημπόλα,Παλλὰς δʼ Ἀθήνας Φρυξὶ δουλεύειν ποτέ,εἰ παιδιαῖσι καὶ χλιδῇ μορφῆς πέριἦλθον πρὸς Ἴδην. τοῦ γὰρ οὕνεκʼ ἂν θεὰἭρα τοσοῦτον ἔσχʼ ἔρωτα καλλονῆς;πότερον ἀμείνονʼ ὡς λάβῃ Διὸς πόσιν;ἢ γάμον Ἀθηνᾶ θεῶν τίνος θηρωμένη —ἣ παρθενείαν πατρὸς ἐξῃτήσατο,φεύγουσα λέκτρα; μὴ ἀμαθεῖς ποίει θεὰςτὸ σὸν κακὸν κοσμοῦσα, μὴ οὐ πείσῃς σοφούς.Κύπριν δʼ ἔλεξας — ταῦτα γὰρ γέλως πολύς —ἐλθεῖν ἐμῷ ξὺν παιδὶ Μενέλεω δόμους.οὐκ ἂν μένουσʼ ἂν ἥσυχός σʼ ἐν οὐρανῷαὐταῖς Ἀμύκλαις ἤγαγεν πρὸς Ἴλιον;ἦν οὑμὸς υἱὸς κάλλος ἐκπρεπέστατος,ὁ σὸς δʼ ἰδών νιν νοῦς ἐποιήθη Κύπρις·τὰ μῶρα γὰρ πάντʼ ἐστὶν Ἀφροδίτη βροτοῖς,καὶ τοὔνομʼ ὀρθῶς ἀφροσύνης ἄρχει θεᾶς.