ἔξεστι. τῶν σῶν δʼ οὕνεχʼ — ὡς μάθῃ — λόγωνδώσω τόδʼ αὐτῇ· τῆσδε δʼ οὐ δώσω χάριν.ἴσως με, κἂν εὖ κἂν κακῶς δόξω λέγειν,οὐκ ἀνταμείψῃ πολεμίαν ἡγούμενος.ἐγὼ δʼ, ἅ σʼ οἶμαι διὰ λόγων ἰόντʼ ἐμοῦκατηγορήσειν, ἀντιθεῖσʼ ἀμείψομαιτοῖς σοῖσι τἀμὰ καὶ τὰ σʼ αἰτιάματα.πρῶτον μὲν ἀρχὰς ἔτεκεν ἥδε τῶν κακῶν,Πάριν τεκοῦσα· δεύτερον δʼ ἀπώλεσεΤροίαν τε κἄμʼ ὁ πρέσβυς οὐ κτανὼν βρέφος,δαλοῦ πικρὸν μίμημʼ, Ἀλέξανδρόν ποτε.ἐνθένδε τἀπίλοιπʼ ἄκουσον ὡς ἔχει.ἔκρινε τρισσὸν ζεῦγος ὅδε τριῶν θεῶν·καὶ Παλλάδος μὲν ἦν Ἀλεξάνδρῳ δόσιςΦρυξὶ στρατηγοῦνθʼ Ἑλλάδʼ ἐξανιστάναι,Ἥρα δʼ ὑπέσχετʼ Ἀσιάδʼ Εὐρώπης θʼ ὅρουςτυραννίδʼ ἕξειν, εἴ σφε κρίνειεν Πάρις·Κύπρις δὲ τοὐμὸν εἶδος ἐκπαγλουμένηδώσειν ὑπέσχετʼ, εἰ θεὰς ὑπερδράμοικάλλει. τὸν ἔνθεν δʼ ὡς ἔχει σκέψαι λόγον·νικᾷ Κύπρις θεάς, καὶ τοσόνδʼ οὑμοὶ γάμοιὤνησαν Ἑλλάδʼ· οὐ κρατεῖσθʼ ἐκ βαρβάρων,οὔτʼ ἐς δόρυ σταθέντες, οὐ τυραννίδι.ἃ δʼ εὐτύχησεν Ἑλλάς, ὠλόμην ἐγὼεὐμορφίᾳ πραθεῖσα, κὠνειδίζομαιἐξ ὧν ἐχρῆν με στέφανον ἐπὶ κάρᾳ λαβεῖν.οὔπω με φήσεις αὐτὰ τἀν ποσὶν λέγειν,ὅπως ἀφώρμησʼ ἐκ δόμων τῶν σῶν λάθρα.ἦλθʼ οὐχὶ μικρὰν θεὸν ἔχων αὑτοῦ μέταὁ τῆσδʼ ἀλάστωρ, εἴτʼ Ἀλέξανδρον θέλειςὀνόματι προσφωνεῖν νιν εἴτε καὶ Πάριν·ὅν, ὦ κάκιστε, σοῖσιν ἐν δόμοις λιπὼνΣπάρτης ἀπῆρας νηὶ Κρησίαν χθόνα.εἶἑν.οὐ σέ, ἀλλʼ ἐμαυτὴν τοὐπὶ τῷδʼ ἐρήσομαι·τί δὴ φρονοῦσά γʼ ἐκ δόμων ἅμʼ ἑσπόμηνξένῳ, προδοῦσα πατρίδα καὶ δόμους ἐμούς;τὴν θεὸν κόλαζε καὶ Διὸς κρείσσων γενοῦ,ὃς τῶν μὲν ἄλλων δαιμόνων ἔχει κράτος,κείνης δὲ δοῦλός ἐστι· συγγνώμη δʼ ἐμοί.