κατηρίθμηται Τρῳάδων ἄλλων μέτα.οἵπερ γὰρ αὐτὴν ἐξεμόχθησαν δορί,κτανεῖν ἐμοί νιν ἔδοσαν, εἴτε μὴ κτανὼνθέλοιμʼ ἄγεσθαι πάλιν ἐς Ἀργείαν χθόνα.ἐμοὶ δʼ ἔδοξε τὸν μὲν ἐν Τροίᾳ μόρονἙλένης ἐᾶσαι, ναυπόρῳ δʼ ἄγειν πλάτῃἙλληνίδʼ ἐς γῆν κᾆτʼ ἐκεῖ δοῦναι κτανεῖν,ποινὰς ὅσοις τεθνᾶσʼ ἐν Ἰλίῳ φίλοι.ἀλλʼ εἶα χωρεῖτʼ ἐς δόμους, ὀπάονες,κομίζετʼ αὐτὴν τῆς μιαιφονωτάτηςκόμης ἐπισπάσαντες· οὔριοι δʼ ὅτανπνοαὶ μόλωσι, πέμψομέν νιν Ἑλλάδα.ὦ γῆς ὄχημα κἀπὶ γῆς ἔχων ἕδραν,ὅστις ποτʼ εἶ σύ, δυστόπαστος εἰδέναι,Ζεύς, εἴτʼ ἀνάγκη φύσεος εἴτε νοῦς βροτῶν,προσηυξάμην σε· πάντα γὰρ διʼ ἀψόφουβαίνων κελεύθου κατὰ δίκην τὰ θνήτʼ ἄγεις.τί δʼ ἔστιν; εὐχὰς ὡς ἐκαίνισας θεῶν.αἰνῶ σε, Μενέλαʼ, εἰ κτενεῖς δάμαρτα σήν.ὁρᾶν δὲ τήνδε φεῦγε, μή σʼ ἕλῃ πόθῳ.αἱρεῖ γὰρ ἀνδρῶν ὄμματʼ, ἐξαιρεῖ πόλεις,πίμπρησιν οἴκους· ὧδʼ ἔχει κηλήματα.ἐγώ νιν οἶδα, καὶ σύ, χοἱ πεπονθότες.Μενέλαε, φροίμιον μὲν ἄξιον φόβουτόδʼ ἐστίν· ἐν γὰρ χερσὶ προσπόλων σέθενβίᾳ πρὸ τῶνδε δωμάτων ἐκπέμπομαι.ἀτὰρ σχεδὸν μὲν οἶδά σοι μισουμένη,ὅμως δʼ ἐρέσθαι βούλομαι· γνῶμαι τίνεςἝλλησι καὶ σοὶ τῆς ἐμῆς ψυχῆς πέρι;οὐκ εἰς ἀκριβὲς ἦλθες, ἀλλʼ ἅπας στρατὸςκτανεῖν ἐμοί σʼ ἔδωκεν, ὅνπερ ἠδίκεις.ἔξεστιν οὖν πρὸς ταῦτʼ ἀμείψασθαι λόγῳ,ὡς οὐ δικαίως, ἢν θάνω, θανούμεθα;οὐκ ἐς λόγους ἐλήλυθʼ, ἀλλά σε κτενῶν.ἄκουσον αὐτῆς, μὴ θάνῃ τοῦδʼ ἐνδεής,Μενέλαε, καὶ δὸς τοὺς ἐναντίους λόγουςἡμῖν κατʼ αὐτῆς· τῶν γὰρ ἐν Τροίᾳ κακῶνοὐδὲν κάτοισθα. συντεθεὶς δʼ ὁ πᾶς λόγοςκτενεῖ νιν οὕτως ὥστε μηδαμοῦ φυγεῖν.σχολῆς τὸ δῶρον· εἰ δὲ βούλεται λέγειν,