Ζηνὸς ἔχεις κυλίκων πλήρωμα, καλλίσταν λατρείαν·ἁ δέ σε γειναμένα πυρὶ δαίεται·ἠιόνες δʼ ἅλιαιἴακχον οἰωνὸς οἷ-ον τεκέων ὕπερ βοᾷ,ᾇ μὲν εὐνάτορας, ᾇ δὲ παῖδας,ᾇ δὲ ματέρας γεραιάς.τὰ δὲ σὰ δροσόεντα λουτρὰγυμνασίων τε δρόμοιβεβᾶσι, σὺ δὲ πρόσωπα νεα-ρὰ χάρισι παρὰ Διὸς θρόνοιςκαλλιγάλανα τρέφεις· Πριάμοιο δὲ γαῖανἙλλὰς ὤλεσʼ αἰχμά.Ἔρως Ἔρως, ὃς τὰ Δαρδάνεια μέλαθρά ποτʼ ἦλθεςοὐρανίδαισι μέλων,ὡς τότε μὲν μεγάλως Τροίαν ἐπύργωσας, θεοῖσικῆδος ἀναψάμενος. τὸ μὲν οὖν Διὸςοὐκέτʼ ὄνειδος ἐρῶ·τὸ τᾶς δὲ λευκοπτέρουφίλιον Ἁμέρας βροτοῖςφέγγος ὀλοὸν εἶδε γαῖαν,εἶδε περγάμων ὄλεθρον,τεκνοποιὸν ἔχουσα τᾶσδεγᾶς πόσιν ἐν θαλάμοις,ὃν ἀστέρων τέθριππος ἔλα-βε χρύσεος ὄχος ἀναρπάσας,ἐλπίδα γᾷ πατρίᾳ μεγάλαν· τὰ θεῶν δὲφίλτρα φροῦδα Τροίᾳ.ὦ καλλιφεγγὲς ἡλίου σέλας τόδε,ἐν ᾧ δάμαρτα τὴν ἐμὴν χειρώσομαιἙλένην· ὁ γὰρ δὴ πολλὰ μοχθήσας ἐγὼΜενέλαός εἰμι καὶ στράτευμʼ Ἀχαιϊκόν.ἦλθον δὲ Τροίαν οὐχ ὅσον δοκοῦσί μεγυναικὸς οὕνεκʼ, ἀλλʼ ἐπʼ ἄνδρʼ ὃς ἐξ ἐμῶνδόμων δάμαρτα ξεναπάτης ἐλῄσατο.κεῖνος μὲν οὖν δέδωκε σὺν θεοῖς δίκηναὐτός τε καὶ γῆ δορὶ πεσοῦσʼ Ἑλληνικῷ.ἥκω δὲ τὴν τάλαιναν — οὐ γὰρ ἡδέωςὄνομα δάμαρτος ἥ ποτʼ ἦν ἐμὴ λέγω —ἄξων· δόμοις γὰρ τοῖσδʼ ἐν αἰχμαλωτικοῖς