ὑμέναιον, ἀπολέσασα τοὐμαυτῆς τέκνον.τάλαινα Τροία, μυρίους ἀπώλεσαςμιᾶς γυναικὸς καὶ λέχους στυγνοῦ χάριν.ἄγε παῖ, φίλιον πρόσπτυγμα μεθεὶςμητρὸς μογερᾶς, βαῖνε πατρῴωνπύργων ἐπʼ ἄκρας στεφάνας, ὅθι σοιπνεῦμα μεθεῖναι ψῆφος ἐκράνθη.λαμβάνετʼ αὐτόν. τὰ δὲ τοιάδε χρὴκηρυκεύειν, ὅστις ἄνοικτοςκαὶ ἀναιδείᾳ τῆς ἡμετέραςγνώμης μᾶλλον φίλος ἐστίν.ὦ τέκνον, ὦ παῖ παιδὸς μογεροῦ,συλώμεθα σὴν ψυχὴν ἀδίκωςμήτηρ κἀγώ. τί πάθω; τί σʼ ἐγώ,δύσμορε, δράσω; τάδε σοι δίδομενπλήγματα κρατὸς στέρνων τε κόπους·τῶνδε γὰρ ἄρχομεν. οἲ ʼγὼ πόλεως,οἴμοι δὲ σέθεν· τί γὰρ οὐκ ἔχομεν;τίνος ἐνδέομεν μὴ οὐ πανσυδίᾳχωρεῖν ὀλέθρου διὰ παντός;μελισσοτρόφου Σαλαμῖνος ὦ βασιλεῦ Τελαμών,νάσου περικύμονος οἰκήσας ἕδραντᾶς ἐπικεκλιμένας ὄχθοις ἱεροῖς, ἵνʼ ἐλαίαςπρῶτον ἔδειξε κλάδον γλαυκᾶς Ἀθάνα,οὐράνιον στέφανον λιπαραῖσί τε κόσμον Ἀθήναις,ἔβας ἔβας τῷ τοξοφόρῳ συναρι-στεύων ἅμʼ Ἀλκμήνας γόνῳἼλιον Ἴλιον ἐκπέρσων πόλινἁμετέραν τὸ πάροιθεν ὅτʼ ἔβας ἀφʼ Ἑλλάδος·ὅθʼ Ἑλλάδος ἄγαγε πρῶτον ἄνθος ἀτυζόμενοςπώλων, Σιμόεντι δʼ ἐπʼ εὐρείτᾳ πλάτανἔσχασε ποντοπόρον καὶ ναύδετʼ ἀνήψατο πρυμνᾶνκαὶ χερὸς εὐστοχίαν ἐξεῖλε ναῶν,Λαομέδοντι φόνον· κανόνων δὲ τυκίσματα Φοίβουπυρὸς φοίνικι πνοᾷ καθελὼνΤροίας ἐπόρθησε χθόνα.δὶς δὲ δυοῖν πιτύλοιν τείχη περὶΔαρδανίας φοινία κατέλυσεν αἰχμά.μάταν ἄρʼ, ὦ χρυσέαις ἐν οἰνοχόαις ἁβρὰ βαίνων,Λαομεδόντιε παῖ,