βάλλειν Ἀχαιοὺς ναῦς τε πιμπράναι πυρί.σὺ δʼ αὖ, τὸ σόν, παράσχες Αἴγαιον πόροντρικυμίαις βρέμοντα καὶ δίναις ἁλός,πλῆσον δὲ νεκρῶν κοῖλον Εὐβοίας μυχόν,ὡς ἂν τὸ λοιπὸν τἄμʼ ἀνάκτορʼ εὐσεβεῖνεἰδῶσʼ Ἀχαιοί, θεούς τε τοὺς ἄλλους σέβειν.ἔσται τάδʼ· ἡ χάρις γὰρ οὐ μακρῶν λόγωνδεῖται· ταράξω πέλαγος Αἰγαίας ἁλός.ἀκταὶ δὲ Μυκόνου Δήλιοί τε χοιράδεςΣκῦρός τε Λῆμνός θʼ αἱ Καφήρειοί τʼ ἄκραιπολλῶν θανόντων σώμαθʼ ἕξουσιν νεκρῶν.ἀλλʼ ἕρπʼ Ὄλυμπον καὶ κεραυνίους βολὰςλαβοῦσα πατρὸς ἐκ χερῶν καραδόκει,ὅταν στράτευμʼ Ἀργεῖον ἐξιῇ κάλως.μῶρος δὲ θνητῶν ὅστις ἐκπορθεῖ πόλεις,ναούς τε τύμβους θʼ, ἱερὰ τῶν κεκμηκότων,ἐρημίᾳ δοὺς αὐτὸς ὤλεθʼ ὕστερον.ἄνα, δύσδαιμον, πεδόθεν κεφαλή·ἐπάειρε δέρην· οὐκέτι Τροίατάδε καὶ βασιλῆς ἐσμεν Τροίας.μεταβαλλομένου δαίμονος ἀνέχου.πλεῖ κατὰ πορθμόν, πλεῖ κατὰ δαίμονα,μηδὲ προσίστω πρῷραν βιότουπρὸς κῦμα πλέουσα τύχαισιν.αἰαῖ αἰαῖ.τί γὰρ οὐ πάρα μοι μελέᾳ στενάχειν,ᾗ πατρὶς ἔρρει καὶ τέκνα καὶ πόσις;ὦ πολὺς ὄγκος συστελλόμενοςπρογόνων, ὡς οὐδὲν ἄρʼ ἦσθα.τί με χρὴ σιγᾶν; τί δὲ μὴ σιγᾶν;τί δὲ θρηνῆσαι;δύστηνος ἐγὼ τῆς βαρυδαίμονοςἄρθρων κλίσεως, ὡς διάκειμαι,νῶτʼ ἐν στερροῖς λέκτροισι ταθεῖσʼ.οἴμοι κεφαλῆς, οἴμοι κροτάφωνπλευρῶν θʼ, ὥς μοι πόθος εἱλίξαικαὶ διαδοῦναι νῶτον ἄκανθάν τʼεἰς ἀμφοτέρους τοίχους, μελέωνἐπὶ τοὺς αἰεὶ δακρύων ἐλέγους.μοῦσα δὲ χαὕτη τοῖς δυστήνοις