φροῦδος δὲ Πρίαμος καὶ τέκνʼ· ἣν δὲ παρθένονμεθῆκʼ Ἀπόλλων δρομάδα Κασάνδραν ἄναξ,τὸ τοῦ θεοῦ τε παραλιπὼν τό τʼ εὐσεβὲςγαμεῖ βιαίως σκότιον Ἀγαμέμνων λέχος.ἀλλʼ, ὦ ποτʼ εὐτυχοῦσα, χαῖρέ μοι, πόλιςξεστόν τε πύργωμʼ· εἴ σε μὴ διώλεσενΠαλλὰς Διὸς παῖς, ἦσθʼ ἂν ἐν βάθροις ἔτι.ἔξεστι τὸν γένει μὲν ἄγχιστον πατρὸςμέγαν τε δαίμονʼ ἐν θεοῖς τε τίμιον,λύσασαν ἔχθραν τὴν πάρος, προσεννέπειν;ἔξεστιν· αἱ γὰρ συγγενεῖς ὁμιλίαι,ἄνασσʼ Ἀθάνα, φίλτρον οὐ σμικρὸν φρενῶν.ἐπῄνεσʼ ὀργὰς ἠπίους· φέρω δὲ σοὶκοινοὺς ἐμαυτῇ τʼ ἐς μέσον λόγους, ἄναξ.μῶν ἐκ θεῶν του καινὸν ἀγγελεῖς ἔπος,ἢ Ζηνὸς ἢ καὶ δαιμόνων τινὸς πάρα;οὔκ, ἀλλὰ Τροίας οὕνεκʼ, ἔνθα βαίνομεν,πρὸς σὴν ἀφῖγμαι δύναμιν, ὡς κοινὴν λάβω.ἦ πού νιν, ἔχθραν τὴν πρὶν ἐκβαλοῦσα, νῦνἐς οἶκτον ἦλθες πυρὶ κατῃθαλωμένης;ἐκεῖσε πρῶτʼ ἄνελθε· κοινώσῃ λόγουςκαὶ συνθελήσεις ἃν ἐγὼ πρᾶξαι θέλω;μάλιστʼ· ἀτὰρ δὴ καὶ τὸ σὸν θέλω μαθεῖν·πότερον Ἀχαιῶν ἦλθες οὕνεκʼ ἢ Φρυγῶν;τοὺς μὲν πρὶν ἐχθροὺς Τρῶας εὐφρᾶναι θέλω,στρατῷ δʼ Ἀχαιῶν νόστον ἐμβαλεῖν πικρόν.τί δʼ ὧδε πηδᾷς ἄλλοτʼ εἰς ἄλλους τρόπουςμισεῖς τε λίαν καὶ φιλεῖς ὃν ἂν τύχῃς;οὐκ οἶσθʼ ὑβρισθεῖσάν με καὶ ναοὺς ἐμούς;οἶδʼ, ἡνίκʼ Αἴας εἷλκε Κασάνδραν βίᾳ.κοὐδέν γʼ Ἀχαιῶν ἔπαθεν οὐδʼ ἤκουσʼ ὕπο.καὶ μὴν ἔπερσάν γʼ Ἴλιον τῷ σῷ σθένει.τοιγάρ σφε σὺν σοὶ βούλομαι δρᾶσαι κακῶς.ἕτοιμʼ ἃ βούλῃ τἀπʼ ἐμοῦ. δράσεις δὲ τί;δύσνοστον αὐτοῖς νόστον ἐμβαλεῖν θέλω.ἐν γῇ μενόντων ἢ καθʼ ἁλμυρὰν ἅλα;ὅταν πρὸς οἴκους ναυστολῶσʼ ἀπʼ Ἰλίου.καὶ Ζεὺς μὲν ὄμβρον καὶ χάλαζαν ἄσπετονπέμψει, δνοφώδη τʼ αἰθέρος φυσήματα·ἐμοὶ δὲ δώσειν φησὶ πῦρ κεραύνιον,