ἄτας κελαδεῖν ἀχορεύτους.πρῷραι ναῶν, ὠκείαιςἼλιον ἱερὰν αἳ κώπαιςδιʼ ἅλα πορφυροειδέα καὶλιμένας Ἑλλάδος εὐόρμουςαὐλῶν παιᾶνι στυγνῷσυρίγγων τʼ εὐφθόγγων φωνᾷβαίνουσαι πλεκτὰν Αἰγύπτουπαιδείαν ἐξηρτήσασθʼ,αἰαῖ, Τροίας ἐν κόλποιςτὰν Μενελάου μετανισόμεναιστυγνὰν ἄλοχον, Κάστορι λώβαντῷ τʼ Εὐρώτᾳ δυσκλείαν,ἃ σφάζει μὲντὸν πεντήκοντʼ ἀροτῆρα τέκνωνΠρίαμον, ἐμέ τε μελέαν Ἑκάβανἐς τάνδʼ ἐξώκειλʼ ἄταν.ὤμοι, θάκους οἵους θάσσω,σκηναῖς ἐφέδρους Ἀγαμεμνονίαις.δούλα δʼ ἄγομαιγραῦς ἐξ οἴκων πενθήρηκρᾶτʼ ἐκπορθηθεῖσʼ οἰκτρῶς.ἀλλʼ ὦ τῶν χαλκεγχέων Τρώωνἄλοχοι μέλεαι,καὶ κοῦραι κοῦραι δύσνυμφοι,τύφεται Ἴλιον, αἰάζωμεν.μάτηρ δʼ ὡσεί τις πτανοῖςὄρνισιν, ὅπως ἐξάρξω ʼγὼκλαγγάν, μολπάν, οὐ τὰν αὐτὰνοἵαν ποτὲ δὴσκήπτρῳ Πριάμου διερειδομέναποδὸς ἀρχεχόρου πληγαῖς Φρυγίουςεὐκόμποις ἐξῆρχον θεούς.Ἑκάβη, τί θροεῖς; τί δὲ θωΰσσεις;ποῖ λόγος ἥκει; διὰ γὰρ μελάθρωνἄιον οἴκτους οὓς οἰκτίζῃ.διὰ δὲ στέρνων φόβος ἄισσενΤρῳάσιν, αἳ τῶνδʼ οἴκων εἴσωδουλείαν αἰάζουσιν.ὦ τέκνʼ, Ἀργείων πρὸς ναῦς ἤδη