αὐτή τʼ Ἀχαιῶν πρευμενεστέρων τύχοις.ὦ φίλτατʼ, ὦ περισσὰ τιμηθεὶς τέκνον,θανῇ πρὸς ἐχθρῶν μητέρʼ ἀθλίαν λιπών,ἡ τοῦ πατρὸς δέ σʼ εὐγένειʼ ἀποκτενεῖ,ἣ τοῖσιν ἄλλοις γίγνεται σωτηρία,τὸ δʼ ἐσθλὸν οὐκ ἐς καιρὸν ἦλθε σοὶ πατρός.ὦ λέκτρα τἀμὰ δυστυχῆ τε καὶ γάμοι,οἷς ἦλθον ἐς μέλαθρον Ἕκτορός ποτε,οὐ σφάγιον υἱὸν Δαναΐδαις τέξουσʼ ἐμόν,ἀλλʼ ὡς τύραννον Ἀσιάδος πολυσπόρου.ὦ παῖ, δακρύεις· αἰσθάνῃ κακῶν σέθεν;τί μου δέδραξαι χερσὶ κἀντέχῃ πέπλων,νεοσσὸς ὡσεὶ πτέρυγας ἐσπίτνων ἐμάς;οὐκ εἶσιν Ἕκτωρ κλεινὸν ἁρπάσας δόρυγῆς ἐξανελθὼν σοὶ φέρων σωτηρίαν,οὐ συγγένεια πατρός, οὐκ ἰσχὺς Φρυγῶν·λυγρὸν δὲ πήδημʼ ἐς τράχηλον ὑψόθενπεσὼν ἀνοίκτως, πνεῦμʼ ἀπορρήξεις σέθεν.ὦ νέον ὑπαγκάλισμα μητρὶ φίλτατον,ὦ χρωτὸς ἡδὺ πνεῦμα· διὰ κενῆς ἄραἐν σπαργάνοις σε μαστὸς ἐξέθρεψʼ ὅδε,μάτην δʼ ἐμόχθουν καὶ κατεξάνθην πόνοις.νῦν — οὔποτʼ αὖθις — μητέρʼ ἀσπάζου σέθεν,πρόσπιτνε τὴν τεκοῦσαν, ἀμφὶ δʼ ὠλέναςἕλισσʼ ἐμοῖς νώτοισι καὶ στόμʼ ἅρμοσον.ὦ βάρβαρʼ ἐξευρόντες Ἕλληνες κακά,τί τόνδε παῖδα κτείνετʼ οὐδὲν αἴτιον;ὦ Τυνδάρειον ἔρνος, οὔποτʼ εἶ Διός,πολλῶν δὲ πατέρων φημί σʼ ἐκπεφυκέναι,Ἀλάστορος μὲν πρῶτον, εἶτα δὲ Φθόνου,Φόνου τε Θανάτου θʼ ὅσα τε γῆ τρέφει κακά.οὐ γάρ ποτʼ αὐχῶ Ζῆνά γʼ ἐκφῦσαί σʼ ἐγώ,πολλοῖσι κῆρα βαρβάροις Ἕλλησί τε.ὄλοιο· καλλίστων γὰρ ὀμμάτων ἄποαἰσχρῶς τὰ κλεινὰ πεδίʼ ἀπώλεσας Φρυγῶν.ἀλλʼ ἄγετε φέρετε ῥίπτετʼ, εἰ ῥίπτειν δοκεῖ·δαίνυσθε τοῦδε σάρκας. ἔκ τε γὰρ θεῶνδιολλύμεσθα, παιδί τʼ οὐ δυναίμεθʼ ἂνθάνατον ἀρῆξαι. κρύπτετʼ ἄθλιον δέμαςκαὶ ῥίπτετʼ ἐς ναῦς· ἐπὶ καλὸν γὰρ ἔρχομαι