τίμα δὲ τὸν παρόντα δεσπότην σέθεν,φίλον διδοῦσα δέλεαρ ἀνδρὶ σῶν τρόπων.κἂν δρᾷς τάδʼ, ἐς τὸ κοινὸν εὐφρανεῖς φίλουςκαὶ παῖδα τόνδε παιδὸς ἐκθρέψειας ἂνΤροίᾳ μέγιστον ὠφέλημʼ, ἵνʼ — εἴ ποτε —ἐκ σοῦ γενόμενοι παῖδες Ἴλιον πάλινκατοικίσειαν, καὶ πόλις γένοιτʼ ἔτι.ἀλλʼ ἐκ λόγου γὰρ ἄλλος ἐκβαίνει λόγος,τίνʼ αὖ δέδορκα τόνδʼ Ἀχαιϊκὸν λάτρινστείχοντα καινῶν ἄγγελον βουλευμάτων;Φρυγῶν ἀρίστου πρίν ποθʼ Ἕκτορος δάμαρ,μή με στυγήσῃς· οὐχ ἑκὼν γὰρ ἀγγελῶ.Δαναῶν δὲ κοινὰ Πελοπιδῶν τʼ ἀγγέλματατί δʼ ἔστιν; ὥς μοι φροιμίων ἄρχῃ κακῶν.ἔδοξε τόνδε παῖδα πῶς εἴπω λόγον;μῶν οὐ τὸν αὐτὸν δεσπότην ἡμῖν ἔχειν;οὐδεὶς Ἀχαιῶν τοῦδε δεσπόσει ποτέ.ἀλλʼ ἐνθάδʼ αὐτοῦ λείψανον Φρυγῶν λιπεῖν;οὐκ οἶδʼ ὅπως σοι ῥᾳδίως εἴπω κακά.ἐπῄνεσʼ αἰδῶ, πλὴν ἐὰν λέγῃς καλά.κτενοῦσι σὸν παῖδʼ, ὡς πύθῃ κακὸν μέγα.οἴμοι, γάμων τόδʼ ὡς κλύω μεῖζον κακόν.νικᾷ δʼ Ὀδυσσεὺς ἐν Πανέλλησιν λέγωναἰαῖ μάλʼ· οὐ γὰρ μέτρια πάσχομεν κακά.λέξας ἀρίστου παῖδα μὴ τρέφειν πατρὸςτοιαῦτα νικήσειε τῶν αὑτοῦ πέρι.ῥῖψαι δὲ πύργων δεῖν σφε Τρωικῶν ἄπο.ἀλλʼ ὣς γενέσθω, καὶ σοφωτέρα φανῇ·μήτʼ ἀντέχου τοῦδʼ, εὐγενῶς δʼ ἄλγει κακοῖς,μήτε σθένουσα μηδὲν ἰσχύειν δόκει.ἔχεις γὰρ ἀλκὴν οὐδαμῇ. σκοπεῖν δὲ χρή·πόλις τʼ ὄλωλε καὶ πόσις, κρατῇ δὲ σύ,ἡμεῖς δὲ πρὸς γυναῖκα μάρνασθαι μίανοἷοί τε. τούτων οὕνεκʼ οὐ μάχης ἐρᾶνοὐδʼ αἰσχρὸν οὐδὲν οὐδʼ ἐπίφθονόν σε δρᾶν,οὐδʼ αὖ σʼ Ἀχαιοῖς βούλομαι ῥίπτειν ἀράς.εἰ γάρ τι λέξεις ὧν χολώσεται στρατός,οὔτʼ ἂν ταφείη παῖς ὅδʼ οὔτʼ οἴκτου τύχοι.σιγῶσα δʼ εὖ τε τὰς τύχας κεκτημένητὸν τοῦδε νεκρὸν οὐκ ἄθαπτον ἂν λίποις