Ἀχιλλέως με παῖς ἐβουλήθη λαβεῖνδάμαρτα· δουλεύσω δʼ ἐν αὐθεντῶν δόμοις.κεἰ μὲν παρώσασʼ Ἕκτορος φίλον κάραπρὸς τὸν παρόντα πόσιν ἀναπτύξω φρένα,κακὴ φανοῦμαι τῷ θανόντι· τόνδε δʼ αὖστυγοῦσʼ ἐμαυτῆς δεσπόταις μισήσομαι.καίτοι λέγουσιν ὡς μίʼ εὐφρόνη χαλᾷτὸ δυσμενὲς γυναικὸς εἰς ἀνδρὸς λέχος·ἀπέπτυσʼ αὐτήν, ἥτις ἄνδρα τὸν πάροςκαινοῖσι λέκτροις ἀποβαλοῦσʼ ἄλλον φιλεῖ.ἀλλʼ οὐδὲ πῶλος ἥτις ἂν διαζυγῇτῆς συντραφείσης, ῥᾳδίως ἕλξει ζυγόν.καίτοι τὸ θηριῶδες ἄφθογγόν τʼ ἔφυξυνέσει τʼ ἄχρηστον τῇ φύσει τε λείπεται.σὲ δʼ, ὦ φίλʼ Ἕκτορ, εἶχον ἄνδρʼ ἀρκοῦντά μοιξυνέσει γένει πλούτῳ τε κἀνδρείᾳ μέγαν·ἀκήρατον δέ μʼ ἐκ πατρὸς λαβὼν δόμωνπρῶτος τὸ παρθένειον ἐζεύξω λέχος.καὶ νῦν ὄλωλας μὲν σύ, ναυσθλοῦμαι δʼ ἐγὼπρὸς Ἑλλάδʼ αἰχμάλωτος ἐς δοῦλον ζυγόν.ἆρʼ οὐκ ἐλάσσω τῶν ἐμῶν ἔχειν κακῶνΠολυξένης ὄλεθρος, ἣν καταστένεις;ἐμοὶ γὰρ οὐδʼ ὃ πᾶσι λείπεται βροτοῖςξύνεστιν ἐλπίς, οὐδὲ κλέπτομαι φρέναςπράξειν τι κεδνόν· ἡδὺ δʼ ἐστὶ καὶ δοκεῖν.ἐς ταὐτὸν ἥκεις συμφορᾶς· θρηνοῦσα δὲτὸ σὸν διδάσκεις μʼ ἔνθα πημάτων κυρῶ.αὐτὴ μὲν οὔπω ναὸς εἰσέβην σκάφος,γραφῇ δʼ ἰδοῦσα καὶ κλύουσʼ ἐπίσταμαι.ναύταις γὰρ ἢν μὲν μέτριος ᾖ χειμὼν φέρειν,προθυμίαν ἔχουσι σωθῆναι πόνων,ὁ μὲν παρʼ οἴαχʼ, ὁ δʼ ἐπὶ λαίφεσιν βεβώς,ὁ δʼ ἄντλον εἴργων ναός· ἢν δʼ ὑπερβάλῃπολὺς ταραχθεὶς πόντος, ἐνδόντες τύχῃπαρεῖσαν αὑτοὺς κυμάτων δρομήμασιν.οὕτω δὲ κἀγὼ πόλλʼ ἔχουσα πήματαἄφθογγός εἰμι καὶ παρεῖσʼ ἐῶ στόμα·νικᾷ γὰρ οὑκ θεῶν με δύστηνος κλύδων.ἀλλʼ, ὦ φίλη παῖ, τὰς μὲν Ἕκτορος τύχαςἔασον· οὐ μὴ δάκρυά νιν σώσῃ τὰ σά·