παιδὸς πέφηνε σῆς. νοσεῖς δὲ χἅτερα.ὧν γʼ οὔτε μέτρον οὔτʼ ἀριθμός ἐστί μοι·κακῷ κακὸν γὰρ εἰς ἅμιλλαν ἔρχεται.τέθνηκέ σοι παῖς πρὸς τάφῳ Πολυξένησφαγεῖσʼ Ἀχιλλέως, δῶρον ἀψύχῳ νεκρῷ.οἲ ʼγὼ τάλαινα. τοῦτʼ ἐκεῖνʼ ὅ μοι πάλαιΤαλθύβιος αἴνιγμʼ οὐ σαφῶς εἶπεν σαφές.εἶδόν νιν αὐτή, κἀποβᾶσα τῶνδʼ ὄχωνἔκρυψα πέπλοις κἀπεκοψάμην νεκρόν.αἰαῖ, τέκνον, σῶν ἀνοσίων προσφαγμάτων·αἰαῖ μάλʼ αὖθις, ὡς κακῶς διόλλυσαι.ὄλωλεν ὡς ὄλωλεν· ἀλλʼ ὅμως ἐμοῦζώσης γʼ ὄλωλεν εὐτυχεστέρῳ πότμῳ.οὐ ταὐτόν, ὦ παῖ, τῷ βλέπειν τὸ κατθανεῖν·τὸ μὲν γὰρ οὐδέν, τῷ δʼ ἔνεισιν ἐλπίδες.ὦ μῆτερ, ὦ τεκοῦσα, κάλλιστον λόγονἄκουσον, ὥς σοι τέρψιν ἐμβαλῶ φρενί.τὸ μὴ γενέσθαι τῷ θανεῖν ἴσον λέγω,τοῦ ζῆν δὲ λυπρῶς κρεῖσσόν ἐστι κατθανεῖν.ἀλγεῖ γὰρ οὐδὲν τῶν κακῶν ᾐσθημένος·ὁ δʼ εὐτυχήσας ἐς τὸ δυστυχὲς πεσὼνψυχὴν ἀλᾶται τῆς πάροιθʼ εὐπραξίας.κείνη δʼ, ὁμοίως ὥσπερ οὐκ ἰδοῦσα φῶς,τέθνηκε κοὐδὲν οἶδε τῶν αὑτῆς κακῶν.ἐγὼ δὲ τοξεύσασα τῆς εὐδοξίαςλαχοῦσα πλεῖον τῆς τύχης ἡμάρτανον.ἃ γὰρ γυναιξὶ σώφρονʼ ἔσθʼ ηὑρημένα,ταῦτʼ ἐξεμόχθουν Ἕκτορος κατὰ στέγας.πρῶτον μέν, ἔνθα — κἂν προσῇ κἂν μὴ προσῇψόγος γυναιξίν — αὐτὸ τοῦτʼ ἐφέλκεταικακῶς ἀκούειν, ἥτις οὐκ ἔνδον μένει,τούτου παρεῖσα πόθον ἔμιμνον ἐν δόμοις·ἔσω τε μελάθρων κομψὰ θηλειῶν ἔπηοὐκ εἰσεφρούμην, τὸν δὲ νοῦν διδάσκαλονοἴκοθεν ἔχουσα χρηστὸν ἐξήρκουν ἐμοί.γλώσσης τε σιγὴν ὄμμα θʼ ἥσυχον πόσειπαρεῖχον· ᾔδη δʼ ἁμὲ χρῆν νικᾶν πόσιν,κείνῳ τε νίκην ὧν ἐχρῆν παριέναι.καὶ τῶνδε κληδὼν ἐς στράτευμʼ Ἀχαιϊκὸνἐλθοῦσʼ ἀπώλεσέν μʼ· ἐπεὶ γὰρ ᾑρέθην,