ἃ καπνοῦται.μόλοις, ὦ πόσις, μοι —βοᾷς τὸν παρʼ Ἅιδᾳπαῖδʼ ἐμόν, ὦ μελέα.σᾶς δάμαρτος ἄλκαρ.σύ τʼ, ὦ λῦμʼ Ἀχαιῶν,τέκνων δέσποθʼ ἁμῶν,πρεσβυγενὲς Πρίαμε,κοίμισαί μʼ ἐς Ἅιδου.οἵδε πόθοι μεγάλοισχετλία, τάδε πάσχομεν ἄλγη.οἰχομένας πόλεωςἐπὶ δʼ ἄλγεσιν ἄλγεα κεῖται.δυσφροσύναισι θεῶν, ὅτε σὸς γόνος ἔκφυγεν Ἅιδαν,ὃς λεχέων στυγερῶν χάριν ὤλεσεπέργαμα Τροίας· αἱματόεντα δὲθεᾷ παρὰ Παλλάδι σώματα νεκρῶνγυψὶ φέρειν τέταται· ζυγὰ δʼ ἤνυσεδούλια Τροίᾳ.ὦ πατρίς, ὦ μελέακαταλειπομέναν σε δακρύω,νῦν τέλος οἰκτρὸν ὁρᾷς.καὶ ἐμὸν δόμον ἔνθʼ ἐλοχεύθην.ὦ τέκνʼ, ἐρημόπολις μάτηρ ἀπολείπεται ὑμῶν,οἷος ἰάλεμος, οἷά τε πένθηδάκρυά τʼ ἐκ δακρύων καταλείβεταιἁμετέροισι δόμοις· ὁ θανὼν δʼ ἐπι-λάθεται ἀλγέων ἀδάκρυτος.ὡς ἡδὺ δάκρυα τοῖς κακῶς πεπραγόσιθρήνων τʼ ὀδυρμοὶ μοῦσά θʼ ἣ λύπας ἔχει.ὦ μῆτερ ἀνδρός, ὅς ποτʼ Ἀργείων δορὶπλείστους διώλεσʼ, Ἕκτορος, τάδʼ εἰσορᾷς;ὁρῶ τὰ τῶν θεῶν, ὡς τὰ μὲν πυργοῦσʼ ἄνωτὸ μηδὲν ὄντα, τὰ δὲ δοκοῦντʼ ἀπώλεσαν.ἀγόμεθα λεία σὺν τέκνῳ· τὸ δʼ εὐγενὲςἐς δοῦλον ἥκει, μεταβολὰς τοσάσδʼ ἔχον.τὸ τῆς ἀνάγκης δεινόν· ἄρτι κἀπʼ ἐμοῦβέβηκʼ ἀποσπασθεῖσα Κασάνδρα βίᾳ.φεῦ φεῦ·ἄλλος τις Αἴας, ὡς ἔοικε, δεύτερος