ὅμως δʼ ἔχει τι σχῆμα κικλήσκειν θεούς,ὅταν τις ἡμῶν δυστυχῆ λάβῃ τύχην.πρῶτον μὲν οὖν μοι τἀγάθʼ ἐξᾷσαι φίλον·τοῖς γὰρ κακοῖσι πλείονʼ οἶκτον ἐμβαλῶ.ἦμεν τύραννοι κἀς τύραννʼ ἐγημάμην,κἀνταῦθʼ ἀριστεύοντʼ ἐγεινάμην τέκνα,οὐκ ἀριθμὸν ἄλλως, ἀλλʼ ὑπερτάτους Φρυγῶν·οὓς Τρῳὰς οὐδʼ Ἑλληνὶς οὐδὲ βάρβαροςγυνὴ τεκοῦσα κομπάσειεν ἄν ποτε.κἀκεῖνά τʼ εἶδον δορὶ πεσόνθʼ Ἑλληνικῷτρίχας τʼ ἐτμήθην τάσδε πρὸς τύμβοις νεκρῶν,καὶ τὸν φυτουργὸν Πρίαμον οὐκ ἄλλων πάρακλύουσʼ ἔκλαυσα, τοῖσδε δʼ εἶδον ὄμμασιναὐτὴ κατασφαγέντʼ ἐφʼ ἑρκείῳ πυρᾷ,πόλιν θʼ ἁλοῦσαν. ἃς δʼ ἔθρεψα παρθένουςἐς ἀξίωμα νυμφίων ἐξαίρετον,ἄλλοισι θρέψασʼ ἐκ χερῶν ἀφῃρέθην.κοὔτʼ ἐξ ἐκείνων ἐλπὶς ὡς ὀφθήσομαι,αὐτή τʼ ἐκείνας οὐκέτʼ ὄψομαί ποτε.τὸ λοίσθιον δέ, θριγκὸς ἀθλίων κακῶν,δούλη γυνὴ γραῦς Ἑλλάδʼ εἰσαφίξομαι.ἃ δʼ ἐστὶ γήρᾳ τῷδʼ ἀσυμφορώτατα,τούτοις με προσθήσουσιν, ἢ θυρῶν λάτρινκλῇδας φυλάσσειν, τὴν τεκοῦσαν Ἕκτορα,ἢ σιτοποιεῖν, κἀν πέδῳ κοίτας ἔχεινῥυσοῖσι νώτοις, βασιλικῶν ἐκ δεμνίων,τρυχηρὰ περὶ τρυχηρὸν εἱμένην χρόαπέπλων λακίσματʼ, ἀδόκιμʼ ὀλβίοις ἔχειν.οἲ ʼγὼ τάλαινα, διὰ γάμον μιᾶς ἕναγυναικὸς οἵων ἔτυχον ὧν τε τεύξομαι.ὦ τέκνον, ὦ σύμβακχε Κασάνδρα θεοῖς,οἵαις ἔλυσας συμφοραῖς ἅγνευμα σόν.σύ τʼ, ὦ τάλαινα, ποῦ ποτʼ εἶ, Πολυξένη;ὡς οὔτε μʼ ἄρσην οὔτε θήλεια σπορὰπολλῶν γενομένων τὴν τάλαιναν ὠφελεῖ.τί δῆτά μʼ ὀρθοῦτʼ; ἐλπίδων ποίων ὕπο;ἄγετε τὸν ἁβρὸν δήποτʼ ἐν Τροίᾳ πόδα,νῦν δʼ ὄντα δοῦλον, στιβάδα πρὸς χαμαιπετῆπέτρινά τε κρήδεμνʼ, ὡς πεσοῦσʼ ἀποφθαρῶδακρύοις καταξανθεῖσα. τῶν δʼ εὐδαιμόνων