αὐτοῦ θανεῖσθαι; τἄλλα δʼ οὐκ ὀνειδιῶ.δύστηνος, οὐκ οἶδʼ οἷά νιν μένει παθεῖν·ὡς χρυσὸς αὐτῷ τἀμὰ καὶ Φρυγῶν κακὰδόξει ποτʼ εἶναι. δέκα γὰρ ἐκπλήσας ἔτηπρὸς τοῖσιν ἐνθάδʼ, ἵξεται μόνος πάτρανοὗ δὴ στενὸν δίαυλον ᾤκισται πέτραςδεινὴ Χάρυβδις, ὠμοβρώς τʼ ὀρειβάτηςΚύκλωψ, Λιγυστίς θʼ ἡ συῶν μορφώτριαΚίρκη, θαλάσσης θʼ ἁλμυρᾶς ναυάγια,λωτοῦ τʼ ἔρωτες, Ἡλίου θʼ ἁγναὶ βόες,αἳ σάρκα φωνήεσσαν ἥσουσίν ποτε,πικρὰν Ὀδυσσεῖ γῆρυν. ὡς δὲ συντέμω,ζῶν εἶσʼ ἐς Ἅιδου κἀκφυγὼν λίμνης ὕδωρκάκʼ ἐν δόμοισι μυρίʼ εὑρήσει μολών.ἀλλὰ γὰρ τί τοὺς Ὀδυσσέως ἐξακοντίζω πόνους;στεῖχʼ ὅπως τάχιστʼ· ἐς Ἅιδου νυμφίῳ γημώμεθα.ἦ κακὸς κακῶς ταφήσῃ νυκτός, οὐκ ἐν ἡμέρᾳ,ὦ δοκῶν σεμνόν τι πράσσειν, Δαναϊδῶν ἀρχηγέτα.κἀμέ τοι νεκρὸν φάραγγες γυμνάδʼ ἐκβεβλημένηνὕδατι χειμάρρῳ ῥέουσαι, νυμφίου πέλας τάφου,θηρσὶ δώσουσιν δάσασθαι, τὴν Ἀπόλλωνος λάτριν.ὦ στέφη τοῦ φιλτάτου μοι θεῶν, ἀγάλματʼ εὔια,χαίρετʼ· ἐκλέλοιφʼ ἑορτάς, αἷς πάροιθʼ ἠγαλλόμην.ἴτʼ ἀπʼ ἐμοῦ χρωτὸς σπαραγμοῖς, ὡς ἔτʼ οὖσʼ ἁγνὴ χρόαδῶ θοαῖς αὔραις φέρεσθαί σοι τάδʼ, ὦ μαντεῖʼ ἄναξ.ποῦ σκάφος τὸ τοῦ στρατηγοῦ; ποῖ ποτʼ ἐμβαίνειν με χρή;οὐκέτʼ ἂν φθάνοις ἂν αὔραν ἱστίοις καραδοκῶν,ὡς μίαν τριῶν Ἐρινὺν τῆσδέ μʼ ἐξάξων χθονός.χαῖρέ μοι, μῆτερ· δακρύσῃς μηδέν· ὦ φίλη πατρίς,οἵ τε γῆς ἔνερθʼ ἀδελφοὶ χὡ τεκὼν ἡμᾶς πατήρ,οὐ μακρὰν δέξεσθέ μʼ· ἥξω δʼ ἐς νεκροὺς νικηφόροςκαὶ δόμους πέρσασʼ Ἀτρειδῶν, ὧν ἀπωλόμεσθʼ ὕπο.Ἑκάβης γεραιᾶς φύλακες, οὐ δεδόρκατεδέσποιναν ὡς ἄναυδος ἐκτάδην πίτνει;οὐκ ἀντιλήψεσθʼ; ἦ μεθήσετʼ, ὦ κακαί,γραῖαν πεσοῦσαν; αἴρετʼ εἰς ὀρθὸν δέμας.ἐᾶτέ μʼ — οὔτοι φίλα τὰ μὴ φίλʼ, ὦ κόραι —κεῖσθαι πεσοῦσαν· πτωμάτων γὰρ ἄξιαπάσχω τε καὶ πέπονθα κἄτι πείσομαι.ὦ θεοί κακοὺς μὲν ἀνακαλῶ τοὺς συμμάχους,