μηδένα νομίζετʼ εὐτυχεῖν, πρὶν ἂν θάνῃ.ἀμφί μοι Ἴλιον, ὦΜοῦσα, καινῶν ὕμνωνἄεισον ἐν δακρύοις ᾠδὰν ἐπικήδειον·νῦν γὰρ μέλος ἐς Τροίαν ἰαχήσω,τετραβάμονος ὡς ὑπʼ ἀπήναςἈργείων ὀλόμαν τάλαινα δοριάλωτος,ὅτʼ ἔλιπον ἵππον οὐράνιαβρέμοντα χρυσεοφάλαρον ἔνο-πλον ἐν πύλαις Ἀχαιοί·ἀνὰ δʼ ἐβόασεν λεὼςΤρῳάδος ἀπὸ πέτρας σταθείς·Ἴτʼ, ὦ πεπαυμένοι πόνων,τόδʼ ἱερὸν ἀνάγετε ξόανονἸλιάδι Διογενεῖ κόρᾳ.τίς οὐκ ἔβα νεανίδων,τίς οὐ γεραιὸς ἐκ δόμων;κεχαρμένοι δʼ ἀοιδαῖςδόλιον ἔσχον ἄταν.πᾶσα δὲ γέννα Φρυγῶνπρὸς πύλας ὡρμάθη,πεύκᾳ ἐν οὐρεΐᾳ ξεστὸν λόχον Ἀργείωνκαὶ Δαρδανίας ἄταν θέᾳ δώσων,χάριν ἄζυγος ἀμβροτοπώλου·κλωστοῦ δʼ ἀμφιβόλοις λίνοιο ναὸς ὡσεὶσκάφος κελαινόν, εἰς ἕδραναλάινα δάπεδά τε φόνια πατρί-δι Παλλάδος θέσαν θεᾶς.ἐπὶ δὲ πόνῳ καὶ χαρᾷνύχιον ἐπεὶ κνέφας παρῆν,Λίβυς τε λωτὸς ἐκτύπειΦρύγιά τε μέλεα, παρθένοι δʼἀέριον ἀνὰ κρότον ποδῶνβοὰν ἔμελπον εὔφρονʼ, ἐνδόμοις δὲ παμφαὲς σέλαςπυρὸς μέλαιναν αἴγλανἄκος ἔδωκεν ὕπνῳ.ἐγὼ δὲ τὰν ὀρεστέραντότʼ ἀμφὶ μέλαθρα παρθένονΔιὸς κόραν ἐμελπόμαν