χερσὶν περισταλέντες ὧν ἐχρῆν ὕπο·ὅσοι δὲ μὴ θάνοιεν ἐν μάχῃ Φρυγῶν,ἀεὶ κατʼ ἦμαρ σὺν δάμαρτι καὶ τέκνοιςᾤκουν, Ἀχαιοῖς ὧν ἀπῆσαν ἡδοναί.τὰ δʼ Ἕκτορός σοι λύπρʼ ἄκουσον ὡς ἔχει·δόξας ἀνὴρ ἄριστος οἴχεται θανών,καὶ τοῦτʼ Ἀχαιῶν ἵξις ἐξεργάζεται·εἰ δʼ ἦσαν οἴκοι, χρηστὸς ὢν ἐλάνθανεν.Πάρις δʼ ἔγημε τὴν Διός· γήμας δὲ μή,σιγώμενον τὸ κῆδος εἶχεν ἐν δόμοις.φεύγειν μὲν οὖν χρὴ πόλεμον ὅστις εὖ φρονεῖ·εἰ δʼ ἐς τόδʼ ἔλθοι, στέφανος οὐκ αἰσχρὸς πόλεικαλῶς ὀλέσθαι, μὴ καλῶς δὲ δυσκλεές.ὧν οὕνεκʼ οὐ χρή, μῆτερ, οἰκτίρειν σε γῆν,οὐ τἀμὰ λέκτρα· τοὺς γὰρ ἐχθίστους ἐμοὶκαὶ σοὶ γάμοισι τοῖς ἐμοῖς διαφθερῶ.ὡς ἡδέως κακοῖσιν οἰκείοις γελᾷς,μέλπεις θʼ ἃ μέλπουσʼ οὐ σαφῆ δείξεις ἴσως.εἰ μή σʼ Ἀπόλλων ἐξεβάκχευεν φρένας,οὔ τἂν ἀμισθὶ τοὺς ἐμοὺς στρατηλάταςτοιαῖσδε φήμαις ἐξέπεμπες ἂν χθονός.ἀτὰρ τὰ σεμνὰ καὶ δοκήμασιν σοφὰοὐδέν τι κρείσσω τῶν τὸ μηδὲν ἦν ἄρα.ὁ γὰρ μέγιστος τῶν Πανελλήνων ἄναξ,Ἀτρέως φίλος παῖς, τῆσδʼ ἔρωτʼ ἐξαίρετονμαινάδος ὑπέστη· καὶ πένης μέν εἰμʼ ἐγώ,ἀτὰρ λέχος γε τῆσδʼ ἂν οὐκ ἐκτησάμην.καὶ σοὶ μέν — οὐ γὰρ ἀρτίας ἔχεις φρένας —Ἀργεῖʼ ὀνείδη καὶ Φρυγῶν ἐπαινέσειςἀνέμοις φέρεσθαι παραδίδωμʼ· ἕπου δέ μοιπρὸς ναῦς, καλὸν νύμφευμα τῷ στρατηλάτῃ.σὺ δʼ, ἡνίκʼ ἄν σε Λαρτίου χρῄζῃ τόκοςἄγειν, ἕπεσθαι· σώφρονος δʼ ἔσῃ λάτριςγυναικός, ὥς φασʼ οἱ μολόντες Ἴλιον.ἦ δεινὸς ὁ λάτρις. τί ποτʼ ἔχουσι τοὔνομακήρυκες, ἓν ἀπέχθημα πάγκοινον βροτοῖς,οἱ περὶ τυράννους καὶ πόλεις ὑπηρέται;σὺ τὴν ἐμὴν φῂς μητέρʼ εἰς Ὀδυσσέωςἥξειν μέλαθρα; ποῦ δʼ Ἀπόλλωνος λόγοι,οἵ φασιν αὐτὴν εἰς ἔμʼ ἡρμηνευμένοι