ἐσωφρονήκασʼ, ἀλλʼ ἔτʼ ἐν ταὐτῷ μένεις.ἐσφέρετε πεύκας, δάκρυά τʼ ἀνταλλάξατετοῖς τῆσδε μέλεσι, Τρῳάδες, γαμηλίοις.μῆτερ, πύκαζε κρᾶτʼ ἐμὸν νικηφόρον,καὶ χαῖρε τοῖς ἐμοῖσι βασιλικοῖς γάμοις·καὶ πέμπε, κἂν μὴ τἀμά σοι πρόθυμά γʼ ᾖ,ὤθει βιαίως· εἰ γὰρ ἔστι Λοξίας,Ἑλένης γαμεῖ με δυσχερέστερον γάμονὁ τῶν Ἀχαιῶν κλεινὸς Ἀγαμέμνων ἄναξ.κτενῶ γὰρ αὐτόν, κἀντιπορθήσω δόμουςποινὰς ἀδελφῶν καὶ πατρὸς λαβοῦσʼ ἐμοῦἀλλʼ ἄττʼ ἐάσω· πέλεκυν οὐχ ὑμνήσομεν,ὃς ἐς τράχηλον τὸν ἐμὸν εἶσι χἁτέρων·μητροκτόνους τʼ ἀγῶνας, οὓς οὑμοὶ γάμοιθήσουσιν, οἴκων τʼ Ἀτρέως ἀνάστασιν.πόλιν δὲ δείξω τήνδε μακαριωτέρανἢ τοὺς Ἀχαιούς, ἔνθεος μέν, ἀλλʼ ὅμωςτοσόνδε γʼ ἔξω στήσομαι βακχευμάτων·οἳ διὰ μίαν γυναῖκα καὶ μίαν Κύπριν,θηρῶντες Ἑλένην, μυρίους ἀπώλεσαν.ὁ δὲ στρατηγὸς ὁ σοφὸς ἐχθίστων ὕπερτὰ φίλτατʼ ὤλεσʼ, ἡδονὰς τὰς οἴκοθεντέκνων ἀδελφῷ δοὺς γυναικὸς οὕνεκα,καὶ ταῦθʼ ἑκούσης κοὐ βίᾳ λελῃσμένης.ἐπεὶ δʼ ἐπʼ ἀκτὰς ἤλυθον Σκαμανδρίους,ἔθνῃσκον, οὐ γῆς ὅριʼ ἀποστερούμενοιοὐδʼ ὑψίπυργον πατρίδʼ· οὓς δʼ Ἄρης ἕλοι,οὐ παῖδας εἶδον, οὐ δάμαρτος ἐν χεροῖνπέπλοις συνεστάλησαν, ἐν ξένῃ δὲ γῇκεῖνται. τὰ δʼ οἴκοι τοῖσδʼ ὅμοιʼ ἐγίγνετο·χῆραί τʼ ἔθνῃσκον, οἳ δʼ ἄπαιδες ἐν δόμοιςἄλλοις τέκνʼ ἐκθρέψαντες· οὐδὲ πρὸς τάφοιςἔσθʼ ὅστις αὐτῶν αἷμα γῇ δωρήσεται.ἦ τοῦδʼ ἐπαίνου τὸ στράτευμʼ ἐπάξιον. —σιγᾶν ἄμεινον τᾀσχρά, μηδὲ μοῦσά μοιγένοιτʼ ἀοιδὸς ἥτις ὑμνήσει κακά.Τρῶες δὲ πρῶτον μέν, τὸ κάλλιστον κλέος,ὑπὲρ πάτρας ἔθνῃσκον· οὓς δʼ ἕλοι δόρυ,νεκροί γʼ ἐς οἴκους φερόμενοι φίλων ὕποἐν γῇ πατρῴᾳ περιβολὰς εἶχον χθονός,