κατʼ Ἄργος ἁ γαμουμένα.Ὑμήν, ὦ Ὑμέναιʼ ἄναξ.ἐπεὶ σύ, μᾶτερ, ἐπὶ δάκρυσι καὶγόοισι τὸν θανόντα πατέρα πατρίδα τεφίλαν καταστένουσʼ ἔχεις,ἐγὼ δʼ ἐπὶ γάμοις ἐμοῖςἀναφλέγω πυρὸς φῶςἐς αὐγάν, ἐς αἴγλαν,διδοῦσʼ, ὦ Ὑμέναιε, σοί,διδοῦσʼ, ὦ Ἑκάτα, φάος,παρθένων ἐπὶ λέκτροιςᾇ νόμος ἔχει.πάλλε πόδα.αἰθέριον ἄναγε χορόν· εὐἅν, εὐοἵ·ὡς ἐπὶ πατρὸς ἐμοῦμακαριωτάταιςτύχαις· ὁ χορὸς ὅσιος.ἄγε σύ, Φοῖβε, νῦν· κατὰ σὸν ἐν δάφναιςἀνάκτορον θυηπολῶ,Ὑμήν, ὦ Ὑμέναιʼ, Ὑμήν.χόρευε, μᾶτερ, ἀναγέλασον·ἕλισσε τᾷδʼ ἐκεῖσε μετʼ ἐμέθεν ποδῶνφέρουσα φιλτάταν βάσιν.βοάσαθʼ Ὑμέναιον, ὤ,μακαρίαις ἀοιδαῖςἰαχαῖς τε νύμφαν.ἴτʼ, ὦ καλλίπεπλοι Φρυγῶνκόραι, μέλπετʼ ἐμῶν γάμωντὸν πεπρωμένον εὐνᾷπόσιν ἐμέθεν.βασίλεια, βακχεύουσαν οὐ λήψῃ κόρην,μὴ κοῦφον αἴρῃ βῆμʼ ἐς Ἀργείων στρατόν;Ἥφαιστε, δᾳδουχεῖς μὲν ἐν γάμοις βροτῶν,ἀτὰρ λυγράν γε τήνδʼ ἀναιθύσσεις φλόγαἔξω τε μεγάλων ἐλπίδων.οἴμοι, τέκνον,ὡς οὐχ ὑπʼ αἰχμῆς σʼ οὐδʼ ὑπʼ Ἀργείου δορὸςγάμους γαμεῖσθαι τούσδʼ ἐδόξαζόν ποτε.παράδος ἐμοὶ φῶς· οὐ γὰρ ὀρθὰ πυρφορεῖςμαινὰς θοάζουσʼ, οὐδέ σʼ αἱ τύχαι, τέκνον,