καὶ τήνδʼ Ἀχιλλέως ἔλαβε παῖς ἐξαίρετον.ἐγὼ δὲ τῷπρόσπολος ἁ τριτοβάμονος χερὶδευομένα βάκτρου γεραιῷ κάρᾳ;Ἰθάκης Ὀδυσσεὺς ἔλαχʼ ἄναξ δούλην σʼ ἔχειν.ἒ ἔ.ἄρασσε κρᾶτα κούριμον,ἕλκʼ ὀνύχεσσι δίπτυχον παρειάν.ἰώ μοί μοι.μυσαρῷ δολίῳ λέλογχα φωτὶ δουλεύειν,πολεμίῳ δίκας, παρανόμῳ δάκει,ὃς πάντα τἀκεῖθεν ἐνθάδε στρέφει, τὰ δʼἀντίπαλʼ αὖθις ἐκεῖσε διπτύχῳ γλώσσᾳφίλα τὰ πρότερʼ ἄφιλα τιθέμενος πάντων.γοᾶσθʼ, ὦ Τρῳάδες, με.βέβακα δύσποτμος. οἴχομαι ἁτάλαινα, δυστυχεστάτῳπροσέπεσον κλήρῳ.τὸ μὲν σὸν οἶσθα, πότνια, τὰς δʼ ἐμὰς τύχαςτίς ἆρʼ Ἀχαιῶν ἢ τίς Ἑλλήνων ἔχει;ἴτʼ, ἐκκομίζειν δεῦρο Κασάνδραν χρεὼνὅσον τάχιστα, δμῶες, ὡς στρατηλάτῃἐς χεῖρα δούς νιν, εἶτα τὰς εἰληγμέναςκαὶ τοῖσιν ἄλλοις αἰχμαλωτίδων ἄγω.ἔα· τί πεύκης ἔνδον αἴθεται σέλας;πιμπρᾶσιν — ἢ τί δρῶσι — Τρῳάδες μυχούς,ὡς ἐξάγεσθαι τῆσδε μέλλουσαι χθονὸςπρὸς Ἄργος, αὑτῶν τʼ ἐκπυροῦσι σώματαθανεῖν θέλουσαι; κάρτα τοι τοὐλεύθερονἐν τοῖς τοιούτοις δυσλόφως φέρει κακά.ἄνοιγʼ ἄνοιγε, μὴ τὸ ταῖσδε πρόσφορονἐχθρὸν δʼ Ἀχαιοῖς εἰς ἔμʼ αἰτίαν βάλῃ.οὐκ ἔστιν, οὐ πιμπρᾶσιν, ἀλλὰ παῖς ἐμὴμαινὰς θοάζει δεῦρο Κασάνδρα δρόμῳ.Ἄνεχε· πάρεχε.φῶς φέρʼ, ὤ· σέβω· φλέγω — ἰδού, ἰδού —λαμπάσι τόδʼ ἱερόν.ὦ Ὑμέναιʼ ἄναξ·μακάριος ὁ γαμέτας·μακαρία δʼ ἐγὼ βασιλικοῖς λέκτροις