Δωρίδος ἐσμὲν χθονὸς ἤδη.Ἑκάβη, πυκνὰς γὰρ οἶσθά μʼ ἐς Τροίαν ὁδοὺςἐλθόντα κήρυκʼ ἐξ Ἀχαιικοῦ στρατοῦ,ἐγνωσμένος δὲ καὶ πάροιθέ σοι, γύναι,Ταλθύβιος ἥκω καινὸν ἀγγελῶν λόγον.αἰαῖ, τόδετόδε, φίλαι Τρῳάδες, ὃ φόβος ἦν πάλαι.ἤδη κεκλήρωσθʼ, εἰ τόδʼ ἦν ὑμῖν φόβος.αἰαῖ, τίνʼ ἢΘεσσαλίας πόλιν ἢΦθιάδος εἶπας ἢ Καδμείας χθονός;κατʼ ἄνδρʼ ἑκάστη κοὐχ ὁμοῦ λελόγχατε.τίνʼ ἄρα τίς ἔλαχε; τίνα πότμος εὐτυχὴςἸλιάδων μένει;οἶδʼ· ἀλλʼ ἕκαστα πυνθάνου, μὴ πάνθʼ ὁμοῦ.τοὐμὸν τίς ἆρʼἔλαχε τέκος, ἔνεπε, τλάμονα Κασάνδραν;ἐξαίρετόν νιν ἔλαβεν Ἀγαμέμνων ἄναξ.ἦ τᾷ Λακεδαιμονίᾳ νύμφᾳδούλαν; ἰώ μοί μοι.οὔκ, ἀλλὰ λέκτρων σκότια νυμφευτήρια.ἦ τὰν τοῦ Φοίβου παρθένον, ᾇ γέρας ὁχρυσοκόμας ἔδωκʼ ἄλεκτρον ζόαν;ἔρως ἐτόξευσʼ αὐτὸν ἐνθέου κόρης.ῥῖπτε, τέκνον, ζαθέους κλῇ-δας καὶ ἀπὸ χροὸς ἐνδυ-τῶν στεφέων ἱεροὺς στολμούς.οὐ γὰρ μέγʼ αὐτῇ βασιλικῶν λέκτρων τυχεῖν;τί δʼ ὃ νεοχμὸν ἀπʼ ἐμέθεν ἐλάβετε τέκος, ποῦ μοι;Πολυξένην ἔλεξας, ἢ τίνʼ ἱστορεῖς;ταύταν· τῷ πάλος ἔζευξεν;τύμβῳ τέτακται προσπολεῖν Ἀχιλλέως.ὤμοι ἐγώ· τάφῳ πρόσπολον ἐτεκόμαν.ἀτὰρ τίς ὅδʼ ἢ νόμος ἢ τίθέσμιον, ὦ φίλος, Ἑλλάνων;εὐδαιμόνιζε παῖδα σήν· ἔχει καλῶς.τί τόδʼ ἔλακες; ἆρά μοι ἀέλιον λεύσσει;ἔχει πότμος νιν, ὥστʼ ἀπηλλάχθαι πόνων.τί δʼ ἁ τοῦ χαλκεομήστορος Ἕκτορος δάμαρ,Ἀνδρομάχα τάλαινα, τίνʼ ἔχει τύχαν;