τὰν παρὰ προθύροις φυλακὰν κατέχουσʼἢ παίδων θρέπτειρʼ, ἃ Τροίαςἀρχαγοὺς εἶχον τιμάς;αἰαῖ αἰαῖ, ποίοις δʼ οἴκτοιςτὰν σὰν λύμαν ἐξαιάζεις;οὐκ Ἰδαίοις ἱστοῖς κερκίδαδινεύουσʼ ἐξαλλάξω.νέατον τεκέων σώματα λεύσσω,νέατονμόχθους ἕξω κρείσσους,ἢ λέκτροις πλαθεῖσʼ Ἑλλάνωνʽἑ̓́ρροι νὺξ αὕτα καὶ δαίμων.ʼἢ Πειρήνας ὑδρευσομέναπρόσπολος οἰκτρὰ σεμνῶν ὑδάτων.τὰν κλεινὰν εἴθʼ ἔλθοιμενΘησέως εὐδαίμονα χώραν.μὴ γὰρ δὴ δίναν γʼ Εὐρώτα,τὰν ἐχθίσταν θεράπναν Ἑλένας,ἔνθʼ ἀντάσω Μενέλᾳ δούλα,τῷ τᾶς Τροίας πορθητᾷ.τὰν Πηνειοῦ σεμνὰν χώραν,κρηπῖδʼ Οὐλύμπου καλλίσταν,ὄλβῳ βρίθειν φάμαν ἤκουσʼεὐθαλεῖ τʼ εὐκαρπείᾳ·τάδε δεύτερά μοι μετὰ τὰν ἱερὰνΘησέως ζαθέαν ἐλθεῖν χώραν.καὶ τὰν Αἰτναίαν ἩφαίστουΦοινίκας ἀντήρη χώραν,Σικελῶν ὀρέων ματέρʼ, ἀκούωκαρύσσεσθαι στεφάνοις ἀρετᾶς.τάν τʼ ἀγχιστεύουσαν γᾶνἸονίῳ ναύται πόντῳ,ἃν ὑγραίνει καλλιστεύωνὁ ξανθὰν χαίταν πυρσαίνωνΚρᾶθις ζαθέαις πηγαῖσι τρέφωνεὔανδρόν τʼ ὀλβίζων γᾶν.καὶ μὴν Δαναῶν ὅδʼ ἀπὸ στρατιᾶςκῆρυξ, νεοχμῶν μύθων ταμίας,στείχει ταχύπουν ἴχνος ἐξανύων.τί φέρει; τί λέγει; δοῦλαι γὰρ δὴ