κινεῖται κωπήρης χείρ;οἲ ἐγώ, τί θέλουσʼ, ἦ πού μʼ ἤδηναυσθλώσουσιν πατρίας ἐκ γᾶς;οὐκ οἶδʼ, εἰκάζω δʼ ἄταν.ἰὼ ἰώ.μέλεαι μόχθων ἐπακουσόμεναιΤρῳάδες, ἔξω κομίζεσθʼ οἴκων·στέλλουσʼ Ἀργεῖοι νόστον.αἶ, αἶ.μή νύν μοι τὰνἐκβακχεύουσαν Κασάνδραν,αἰσχύναν Ἀργείοισιν,πέμψητʼ ἔξω,μαινάδʼ, ἐπʼ ἄλγει δʼ ἀλγυνθῶ.ἰώ.Τροία Τροία δύστανʼ, ἔρρεις,δύστανοι δʼ οἵ σʼ ἐκλείποντεςκαὶ ζῶντες καὶ δμαθέντες.οἴμοι. τρομερὰ σκηνὰς ἔλιποντάσδʼ Ἀγαμέμνονος ἐπακουσομένα,βασίλεια, σέθεν· μή με κτείνεινδόξʼ Ἀργείων κεῖται μελέαν;ἢ κατὰ πρύμνας ἤδη ναῦταιστέλλονται κινεῖν κώπας;ὦ τέκνον, ὀρθρεύου σὰν ψυχάν.ἐκπληχθεῖσʼ ἦλθον φρίκᾳ.ἤδη τις ἔβα Δαναῶν κῆρυξ;τῷ πρόσκειμαι δούλα τλάμων;ἐγγύς που κεῖσαι κλήρου.ἰὼ ἰώ.τίς μʼ Ἀργείων ἢ Φθιωτᾶνἢ νησαίαν μʼ ἄξει χώρανδύστανον πόρσω Τροίας;φεῦ φεῦ.τῷ δʼ ἁ τλάμωνποῦ πᾷ γαίας δουλεύσω γραῦς,ὡς κηφήν, ἁ δειλαία,νεκροῦ μορφά,νεκύων ἀμενηνὸν ἄγαλμα,αἰαῖ