ἕπου. μεθήκουσίν σʼ Ὀδυσσέως πάραοἵδʼ, ᾧ σε δούλην κλῆρος ἐκπέμπει πάτρας.οἲ ʼγὼ τάλαινα· τοῦτο δὴ τὸ λοίσθιονκαὶ τέρμα πάντων τῶν ἐμῶν ἤδη κακῶν·ἔξειμι πατρίδος, πόλις ὑφάπτεται πυρί.ἀλλʼ, ὦ γεραιὲ πούς, ἐπίσπευσον μόλις,ὡς ἀσπάσωμαι τὴν ταλαίπωρον πόλιν.ὦ μεγάλα δή ποτʼ ἀμπνέουσʼ ἐν βαρβάροιςΤροία, τὸ κλεινὸν ὄνομʼ ἀφαιρήσῃ τάχα.πιμπρᾶσί σʼ, ἡμᾶς δʼ ἐξάγουσʼ ἤδη χθονὸςδούλας· ἰὼ θεοί. καὶ τί τοὺς θεοὺς καλῶ;καὶ πρὶν γὰρ οὐκ ἤκουσαν ἀνακαλούμενοι.φέρʼ ἐς πυρὰν δράμωμεν· ὡς κάλλιστά μοισὺν τῇδε πατρίδι κατθανεῖν πυρουμένῃ.ἐνθουσιᾷς, δύστηνε, τοῖς σαυτῆς κακοῖς.ἀλλʼ ἄγετε, μὴ φείδεσθʼ· Ὀδυσσέως δὲ χρὴἐς χεῖρα δοῦναι τήνδε καὶ πέμπειν γέρας.ὀττοτοτοτοτοῖ.Κρόνιε, πρύτανι Φρύγιε, γενέταπάτερ, ἀνάξια τᾶς Δαρδάνουγονᾶς τάδʼ οἷα πάσχομεν δέδορκας;δέδορκεν, ἁ δὲ μεγαλόπολιςἄπολις ὄλωλεν οὐδʼ ἔτʼ ἔστι Τροία.ὀττοτοτοτοτοῖ.λέλαμπεν Ἴλιος, Περ-γάμων τε πυρὶ καταίθεται τέραμνακαὶ πόλις ἄκρα τε τειχέων.πτέρυγι δὲ καπνὸς ὥς τις οὐ-ρανίᾳ πεσοῦσα δορὶ καταφθίνει γᾶ.μαλερὰ μέλαθρα πυρὶ κατάδρομαδαΐῳ τε λόγχᾳ.ἰὼ γᾶ τρόφιμε τῶν ἐμῶν τέκνων.ἓ ἕ.ὦ τέκνα, κλύετε, μάθετε ματρὸς αὐδάν.ἰαλέμῳ τοὺς θανόντας ἀπύεις.γεραιά γʼ ἐς πέδον τιθεῖσα μέλεα καὶχερσὶ γαῖαν κτυποῦσα δισσαῖς.διάδοχά σοι γόνυ τίθημι γαίᾳτοὺς ἐμοὺς καλοῦσα νέρθενἀθλίους ἀκοίτας.