ἀγόμεθα φερόμεθʼἄλγος ἄλγος βοᾷς.δούλειον ὑπὸ μέλαθρον.ἐκ πάτρας γʼ ἐμᾶς.ἰώ.Πρίαμε Πρίαμε, σὺ μὲν ὀλόμενοςἄταφος ἄφιλοςἄτας ἐμᾶς ἄιστος εἶ.μέλας γὰρ ὄσσε κατεκάλυψεθάνατος ὅσιος ἀνοσίαις σφαγαῖσιν.ἰὼ θεῶν μέλαθρα καὶ πόλις φίλα,ἓ ἕ.τὰν φόνιον ἔχετε φλόγα δορός τε λόγχαν.τάχʼ ἐς φίλαν γᾶν πεσεῖσθʼ ἀνώνυμοι.κόνις δʼ ἴσα καπνῷ πτέρυγι πρὸς αἰθέραᾆστον οἴκων ἐμῶν με θήσει.ὄνομα δὲ γᾶς ἀφανὲς εἶσιν· ἄλλᾳ δʼἄλλο φροῦδον, οὐδʼ ἔτʼ ἔστινἁ τάλαινα Τροία.ἐμάθετʼ, ἐκλύετε;Περγάμων γε κτύπον.ἔνοσις ἅπασαν ἔνοσιςἐπικλύσει πόλιν.ἰώ·τρομερὰ μέλεα, φέρετʼ ἐμὸν ἴχνος·ἴτʼ ἐπί, τάλανα,δούλειον ἁμέραν βίου.ἰὼ τάλαινα πόλις· ὅμως δὲπρόφερε πόδα σὸν ἐπὶ πλάτας Ἀχαιῶν.