τελαμῶσιν ἕλκη τὰ μὲν ἐγώ σʼ ἰάσομαι,τλήμων ἰατρός, ὄνομʼ ἔχουσα, τἄργα δʼ οὔ·τὰ δʼ ἐν νεκροῖσι φροντιεῖ πατὴρ σέθεν.ἄρασσʼ ἄρασσε κρᾶταπιτύλους διδοῦσα χειρός,ἰώ μοί μοι.ὦ φίλταται γυναῖκεςἙκάβη, σὰς ἔνεπε· τίνα θροεῖς αὐδάν;οὐκ ἦν ἄρʼ ἐν θεοῖσι πλὴν οὑμοὶ πόνοιΤροία τε πόλεων ἔκκριτον μισουμένη,μάτην δʼ ἐβουθυτοῦμεν. εἰ δὲ μὴ θεὸςἔστρεψε τἄνω περιβαλὼν κάτω χθονός,ἀφανεῖς ἂν ὄντες οὐκ ἂν ὑμνήθημεν ἂνμούσαις ἀοιδὰς δόντες ὑστέρων βροτῶν.χωρεῖτε, θάπτετʼ ἀθλίῳ τύμβῳ νεκρόν·ἔχει γὰρ οἷα δεῖ γε νερτέρων στέφη.δοκῶ δὲ τοῖς θανοῦσι διαφέρειν βραχύ,εἰ πλουσίων τις τεύξεται κτερισμάτων·κενὸν δὲ γαύρωμʼ ἐστὶ τῶν ζώντων τόδε.ἰὼ ἰώ·μελέα μήτηρ, ἣ τὰς μεγάλαςἐλπίδας ἐν σοὶ κατέκναψε βίου.μέγα δʼ ὀλβισθεὶς ὡς ἐκ πατέρωνἀγαθῶν ἐγένου,δεινῷ θανάτῳ διόλωλας.ἔα ἔα·τίνας Ἰλιάσιν ταῖσδʼ ἐν κορυφαῖςλεύσσω φλογέας δαλοῖσι χέραςδιερέσσοντας; μέλλει Τροίᾳκαινόν τι κακὸν προσέσεσθαι.αὐδῶ λοχαγοῖς, οἳ τέταχθʼ ἐμπιμπράναιΠριάμου τόδʼ ἄστυ, μηκέτʼ ἀργοῦσαν φλόγαἐν χειρὶ σῴζειν, ἀλλὰ πῦρ ἐνιέναι,ὡς ἂν κατασκάψαντες Ἰλίου πόλινστελλώμεθʼ οἴκαδʼ ἄσμενοι Τροίας ἄπο.ὑμεῖς δʼ, ἵνʼ αὑτὸς λόγος ἔχῃ μορφὰς δύο,χωρεῖτε, Τρώων παῖδες, ὀρθίαν ὅτανσάλπιγγος ἠχὼ δῶσιν ἀρχηγοὶ στρατοῦ,πρὸς ναῦς Ἀχαιῶν, ὡς ἀποστέλλησθε γῆς.σύ τʼ, ὦ γεραιὰ δυστυχεστάτη γύναι,