ὦ καλλίπηχυν Ἕκτορος βραχίονασῴζουσʼ, ἄριστον φύλακʼ ἀπώλεσας σέθεν.ὡς ἡδὺς ἐν πόρπακι σῷ κεῖται τύποςἴτυός τʼ ἐν εὐτόρνοισι περιδρόμοις ἱδρώς,ὃν ἐκ μετώπου πολλάκις πόνους ἔχωνἔσταζεν Ἕκτωρ προστιθεὶς γενειάδι.φέρετε, κομίζετʼ ἀθλίῳ κόσμον νεκρῷἐκ τῶν παρόντων· οὐ γὰρ ἐς κάλλος τύχαςδαίμων δίδωσιν· ὧν δʼ ἔχω, λήψῃ τάδε.θνητῶν δὲ μῶρος ὅστις εὖ πράσσειν δοκῶνβέβαια χαίρει· τοῖς τρόποις γὰρ αἱ τύχαι,ἔμπληκτος ὡς ἄνθρωπος, ἄλλοτʼ ἄλλοσεπηδῶσι, κοὐδεὶς αὐτὸς εὐτυχεῖ ποτε.καὶ μὴν πρόχειρον αἵδε σοι σκυλευμάτωνΦρυγίων φέρουσι κόσμον ἐξάπτειν νεκρῷ.ὦ τέκνον, οὐχ ἵπποισι νικήσαντά σεοὐδʼ ἥλικας τόξοισιν, οὓς Φρύγες νόμουςτιμῶσιν, οὐκ ἐς πλησμονὰς θηρωμένη,μήτηρ πατρός σοι προστίθησʼ ἀγάλματατῶν σῶν ποτʼ ὄντων· νῦν δέ σʼ ἡ θεοστυγὴςἀφείλεθʼ Ἑλένη, πρὸς δὲ καὶ ψυχὴν σέθενἔκτεινε καὶ πάντʼ οἶκον ἐξαπώλεσεν.ἒ ἔ, φρενῶνἔθιγες ἔθιγες· ὦ μέγας ἐμοί ποτʼ ἂνἀνάκτωρ πόλεως.ἃ δʼ ἐν γάμοισι χρῆν σε προσθέσθαι χροῒἈσιατίδων γήμαντα τὴν ὑπερτάτην,Φρύγια πέπλων ἀγάλματʼ ἐξάπτω χροός.σύ τʼ, ὦ ποτʼ οὖσα καλλίνικε, μυρίωνμῆτερ τροπαίων, Ἕκτορος φίλον σάκος,στεφανοῦ· θανῇ γὰρ οὐ θανοῦσα σὺν νεκρῷ·ἐπεὶ σὲ πολλῷ μᾶλλον ἢ τὰ τοῦ σοφοῦκακοῦ τʼ Ὀδυσσέως ἄξιον τιμᾶν ὅπλα.αἰαῖ αἰαῖ· πικρὸν ὄδυρμαγαῖά σʼ ὦ τέκνον δέξεται.στέναζε, μᾶτερ,αἰαῖ.νεκρῶν ἴακχον.οἴμοι μοι.οἴμοι δῆτα σῶν ἀλάστων κακῶν.