ὡς σύντομʼ ἡμῖν τἀπʼ ἐμοῦ τε κἀπὸ σοῦἐς ἓν ξυνελθόντʼ οἴκαδʼ ὁρμήσῃ πλάτην.θέσθʼ ἀμφίτορνον ἀσπίδʼ Ἕκτορος πέδῳ,λυπρὸν θέαμα κοὐ φίλον λεύσσειν ἐμοί.ὦ μείζονʼ ὄγκον δορὸς ἔχοντες ἢ φρενῶν,τί τόνδʼ, Ἀχαιοί, παῖδα δείσαντες φόνονκαινὸν διειργάσασθε; μὴ Τροίαν ποτὲπεσοῦσαν ὀρθώσειεν; οὐδὲν ἦτʼ ἄρα,ὅθʼ Ἕκτορος μὲν εὐτυχοῦντος ἐς δόρυδιωλλύμεσθα μυρίας τʼ ἄλλης χερός,πόλεως δʼ ἁλούσης καὶ Φρυγῶν ἐφθαρμένωνβρέφος τοσόνδʼ ἐδείσατʼ· οὐκ αἰνῶ φόβον,ὅστις φοβεῖται μὴ διεξελθὼν λόγῳ.ὦ φίλταθʼ, ὥς σοι θάνατος ἦλθε δυστυχής.εἰ μὲν γὰρ ἔθανες πρὸ πόλεως, ἥβης τυχὼνγάμων τε καὶ τῆς ἰσοθέου τυραννίδος,μακάριος ἦσθʼ ἄν, εἴ τι τῶνδε μακάριον·νῦν δʼ αὔτʼ ἰδὼν μὲν γνούς τε σῇ ψυχῇ, τέκνον,οὐκ οἶσθʼ, ἐχρήσω δʼ οὐδὲν ἐν δόμοις ἔχων.δύστηνε, κρατὸς ὥς σʼ ἔκειρεν ἀθλίωςτείχη πατρῷα, Λοξίου πυργώματα,ὃν πόλλʼ ἐκήπευσʼ ἡ τεκοῦσα βόστρυχονφιλήμασίν τʼ ἔδωκεν, ἔνθεν ἐκγελᾷὀστέων ῥαγέντων φόνος, ἵνʼ αἰσχρὰ μὴ λέγω.ὦ χεῖρες, ὡς εἰκοὺς μὲν ἡδείας πατρὸςκέκτησθʼ, ἐν ἄρθροις δʼ ἔκλυτοι πρόκεισθέ μοι.ὦ πολλὰ κόμπους ἐκβαλὸν φίλον στόμα,ὄλωλας, ἐψεύσω μʼ, ὅτʼ ἐσπίπτων πέπλους,Ὦ μῆτερ, ηὔδας, ἦ πολύν σοι βοστρύχωνπλόκαμον κεροῦμαι, πρὸς τάφον θʼ ὁμηλίκωνκώμους ἀπάξω, φίλα διδοὺς προσφθέγματα.σὺ δʼ οὐκ ἔμʼ, ἀλλʼ ἐγὼ σὲ τὸν νεώτερον,γραῦς ἄπολις ἄτεκνος, ἄθλιον θάπτω νεκρόν.οἴμοι, τὰ πόλλʼ ἀσπάσμαθʼ αἵ τʼ ἐμαὶ τροφαὶὕπνοι τʼ ἐκεῖνοι φροῦδά μοι. τί καί ποτεγράψειεν ἄν σε μουσοποιὸς ἐν τάφῳ;Τὸν παῖδα τόνδʼ ἔκτειναν Ἀργεῖοί ποτεδείσαντες; — αἰσχρὸν τοὐπίγραμμά γʼ Ἑλλάδι.ἀλλʼ οὖν πατρῴων οὐ λαχὼν ἕξεις ὅμωςἐν ᾗ ταφήσῃ χαλκόνωτον ἰτέαν.