Ἑλλάδι τᾷ μεγάλᾳκαὶ Σιμοεντιάσινμέλεα πάθεα ῥοῇσιν.ἰὼ ἰώ,καίνʼ ἐκ καινῶν μεταβάλλουσαιχθονὶ συντυχίαι. λεύσσετε Τρώωντόνδʼ Ἀστυάνακτʼ ἄλοχοι μέλεαινεκρόν, ὃν πύργων δίσκημα πικρὸνΔαναοὶ κτείναντες ἔχουσιν.Ἑκάβη, νεὼς μὲν πίτυλος εἷς λελειμμένοςλάφυρα τἀπίλοιπʼ Ἀχιλλείου τόκουμέλλει πρὸς ἀκτὰς ναυστολεῖν Φθιώτιδας·αὐτὸς δʼ ἀνῆκται Νεοπτόλεμος, καινάς τιναςΠηλέως ἀκούσας συμφοράς, ὥς νιν χθονὸςἌκαστος ἐκβέβληκεν, ὁ Πελίου γόνος.οὗ θᾶσσον οὕνεκʼ, ἢ χάριν μονῆς ἔχων,φροῦδος, μετʼ αὐτοῦ δʼ Ἀνδρομάχη, πολλῶν ἐμοὶδακρύων ἀγωγός, ἡνίκʼ ἐξώρμα χθονός,πάτραν τʼ ἀναστένουσα καὶ τὸν Ἕκτοροςτύμβον προσεννέπουσα. καί σφʼ ᾐτήσατοθάψαι νεκρὸν τόνδʼ, ὃς πεσὼν ἐκ τειχέωνψυχὴν ἀφῆκεν Ἕκτορος τοῦ σοῦ γόνος·φόβον τʼ Ἀχαιῶν, χαλκόνωτον ἀσπίδατήνδʼ, ἣν πατὴρ τοῦδʼ ἀμφὶ πλεύρʼ ἐβάλλετο,μή νυν πορεῦσαι Πηλέως ἐφʼ ἑστίαν,μηδʼ ἐς τὸν αὐτὸν θάλαμον, οὗ νυμφεύσεταιμήτηρ νεκροῦ τοῦδʼ Ἀνδρομάχη, λύπας ὁρᾶν,ἀλλʼ ἀντὶ κέδρου περιβόλων τε λαΐνωνἐν τῇδε θάψαι παῖδα· σὰς δʼ ἐς ὠλέναςδοῦναι, πέπλοισιν ὡς περιστείλῃς νεκρὸνστεφάνοις θʼ, ὅση σοι δύναμις, ὡς ἔχει τὰ σά·ἐπεὶ βέβηκε, καὶ τὸ δεσπότου τάχοςἀφείλετʼ αὐτὴν παῖδα μὴ δοῦναι τάφῳ.ἡμεῖς μὲν οὖν, ὅταν σὺ κοσμήσῃς νέκυν,γῆν τῷδʼ ἐπαμπισχόντες ἀροῦμεν δόρυ·σὺ δʼ ὡς τάχιστα πρᾶσσε τἀπεσταλμένα.ἑνὸς μὲν οὖν μόχθου σʼ ἀπαλλάξας ἔχω·Σκαμανδρίους γὰρ τάσδε διαπερῶν ῥοὰςἔλουσα νεκρὸν κἀπένιψα τραύματα.ἀλλʼ εἶμʼ ὀρυκτὸν τῷδʼ ἀναρρήξων τάφον,