εὔφημοι κέλαδοι κατʼ ὄρ-φναν τε παννυχίδες θεῶν,χρυσέων τε ξοάνων τύποιΦρυγῶν τε ζάθεοι σελᾶ-ναι συνδώδεκα πλήθει.μέλει μέλει μοι τάδʼ εἰ φρονεῖς, ἄναξ,οὐράνιον ἕδρανον ἐπιβεβὼςαἰθέρα τε πτόλεως ὀλομένας,ἃν πυρὸς αἰθομένα κατέλυσεν ὁρμά.ὦ φίλος ὦ πόσι μοι,σὺ μὲν φθίμενος ἀλαίνειςἄθαπτος ἄνυδρος, ἐμὲ δὲ πόντιον σκάφοςἀίσσον πτεροῖσι πορεύσειἱππόβοτον Ἄργος, ἵνα τείχεαλάινα Κυκλώπιʼ οὐράνια νέμονται.τέκνων δὲ πλῆθος ἐν πύλαιςδάκρυσι κατᾴορα στένει·βοᾷ βοᾷ·Μᾶτερ, ὤμοι, μόναν δή μʼ Ἀχαιοὶ κομί-ζουσι σέθεν ἀπʼ ὀμμάτωνκυανέαν ἐπὶ ναῦνεἰναλίαισι πλάταιςἢ Σαλαμῖνʼ ἱερὰνἢ δίπορον κορυφὰνἼσθμιον, ἔνθα πύλαςΠέλοπος ἔχουσιν ἕδραι.εἴθʼ ἀκάτου Μενέλαμέσον πέλαγος ἰούσας,δίπαλτον ἱερὸν ἀνὰ μέσον πλατᾶν πέσοιΑἰγαίου κεραυνοφαὲς πῦρ,Ἰλιόθεν ὅτε με πολύδακρυνἙλλάδι λάτρευμα γᾶθεν ἐξορίζει,χρύσεα δʼ ἔνοπτρα, παρθένωνχάριτας, ἔχουσα τυγχάνειΔιὸς κόρα·μηδὲ γαῖάν ποτʼ ἔλθοι Λάκαιναν πατρῷ-όν τε θάλαμον ἑστίας,μηδὲ πόλιν Πιτάναςχαλκόπυλόν τε θεάν,δύσγαμον αἶσχος ἑλὼν