ναί· καί νιν ἔκτεινʼ ἡ Διὸς Παλλὰς θεά.ποῖόν τι μορφῆς σχῆμʼ ἔχουσαν ἀγρίας;θώρακʼ ἐχίδνης περιβόλοις ὡπλισμένον.ἆρʼ οὗτός ἐσθʼ ὁ μῦθος ὃν κλύω πάλαι;ταύτης Ἀθάναν δέρος ἐπὶ στέρνοις ἔχειν.ἣν αἰγίδʼ ὀνομάζουσι, Παλλάδος στολήν;τόδʼ ἔσχεν ὄνομα θεῶν ὅτʼ ᾖξεν ἐς δόρυ.τί δῆτα, θύγατερ, τοῦτο σοῖς ἐχθροῖς βλάβος;Ἐριχθόνιον οἶσθʼ, ἢ — ; τί δʼ οὐ μέλλεις, γέρον;ὃν πρῶτον ὑμῶν πρόγονον ἐξανῆκε γῆ;τούτῳ δίδωσι Παλλὰς ὄντι νεογόνῳτί χρῆμα; μέλλον γάρ τι προσφέρεις ἔπος.δισσοὺς σταλαγμοὺς αἵματος Γοργοῦς ἄπο.ἰσχὺν ἔχοντας τίνα πρὸς ἀνθρώπου φύσιν;τὸν μὲν θανάσιμον, τὸν δʼ ἀκεσφόρον νόσων.ἐν τῷ καθάψασʼ ἀμφὶ παιδὶ σώματος;χρυσοῖσι δεσμοῖς· ὁ δὲ δίδωσʼ ἐμῷ πατρί.κείνου δὲ κατθανόντος ἐς σὲ ἀφίκετο;ναί· κἀπὶ καρπῷ γʼ αὔτʼ ἐγὼ χερὸς φέρω.πῶς οὖν κέκρανται δίπτυχον δῶρον θεᾶς;κοίλης μὲν ὅστις φλεβὸς ἀπέσταξεν φόνῳτί τῷδε χρῆσθαι; δύνασιν ἐκφέρει τίνα;νόσους ἀπείργει καὶ τροφὰς ἔχει βίου.ὁ δεύτερος δʼ ἀριθμὸς ὧν λέγεις τί δρᾷ;κτείνει, δρακόντων ἰὸς ὢν τῶν Γοργόνος.ἐς ἓν δὲ κραθέντʼ αὐτὸν ἢ χωρὶς φορεῖς;χωρίς· κακῷ γὰρ ἐσθλὸν οὐ συμμείγνυται.ὦ φιλτάτη παῖ, πάντʼ ἔχεις ὅσων σε δεῖ.τούτῳ θανεῖται παῖς· σὺ δʼ ὁ κτείνων ἔσῃ.ποῦ καὶ τί δράσας; σὸν λέγειν, τολμᾶν δʼ ἐμόν.ἐν ταῖς Ἀθήναις, δῶμʼ ὅταν τοὐμὸν μόλῃ.οὐκ εὖ τόδʼ εἶπας· καὶ σὺ γὰρ τοὐμὸν ψέγεις.πῶς; ἆρʼ ὑπείδου τοῦθʼ ὃ κἄμʼ ἐσέρχεται;σὺ παῖδα δόξεις διολέσαι, κεἰ μὴ κτενεῖς.ὀρθῶς· φθονεῖν γάρ φασι μητρυιὰς τέκνοις.αὐτοῦ νυν αὐτὸν κτεῖνʼ, ἵνʼ ἀρνήσῃ φόνους.προλάζυμαι γοῦν τῷ χρόνῳ τῆς ἡδονῆς.καὶ σόν γε λήσεις πόσιν ἅ σε σπεύδει λαθεῖν.οἶσθʼ οὖν ὃ δρᾶσον; χειρὸς ἐξ ἐμῆς λαβὼνχρύσωμʼ Ἀθάνας τόδε, παλαιὸν ὄργανον,