Ἄτλας, ὁ χαλκέοισι νώτοις οὐρανὸνθεῶν παλαιὸν οἶκον ἐκτρίβων, θεῶνμιᾶς ἔφυσε Μαῖαν, ἣ ʼμʼ ἐγείνατοἙρμῆν μεγίστῳ Ζηνί, δαιμόνων λάτριν.ἥκω δὲ Δελφῶν τήνδε γῆν, ἵνʼ ὀμφαλὸνμέσον καθίζων Φοῖβος ὑμνῳδεῖ βροτοῖςτά τʼ ὄντα καὶ μέλλοντα θεσπίζων ἀεί.ἔστιν γὰρ οὐκ ἄσημος Ἑλλήνων πόλις,τῆς χρυσολόγχου Παλλάδος κεκλημένη,οὗ παῖδʼ Ἐρεχθέως Φοῖβος ἔζευξεν γάμοιςβίᾳ Κρέουσαν, ἔνθα προσβόρρους πέτραςΠαλλάδος ὑπʼ ὄχθῳ τῆς Ἀθηναίων χθονὸςΜακρὰς καλοῦσι γῆς ἄνακτες Ἀτθίδος.ἀγνὼς δὲ πατρί — τῷ θεῷ γὰρ ἦν φίλον —γαστρὸς διήνεγκʼ ὄγκον. ὡς δʼ ἦλθεν χρόνος,τεκοῦσʼ ἐν οἴκοις παῖδʼ ἀπήνεγκεν βρέφοςἐς ταὐτὸν ἄντρον οὗπερ ηὐνάσθη θεῷΚρέουσα, κἀκτίθησιν ὡς θανούμενονκοίλης ἐν ἀντίπηγος εὐτρόχῳ κύκλῳ,προγόνων νόμον σῴζουσα τοῦ τε γηγενοῦςἘριχθονίου. κείνῳ γὰρ ἡ Διὸς κόρηφρουρὼ παραζεύξασα φύλακε σώματοςδισσὼ δράκοντε, παρθένοις Ἀγλαυρίσιδίδωσι σῴζειν· ὅθεν Ἐρεχθείδαις ἐκεῖνόμος τις ἔστιν ὄφεσιν ἐν χρυσηλάτοιςτρέφειν τέκνα. ἀλλʼ ἣν εἶχε παρθένος χλιδὴντέκνῳ προσάψασʼ ἔλιπεν ὡς θανουμένῳ.κἄμʼ ὢν ἀδελφὸς Φοῖβος αἰτεῖται τάδε·ὦ σύγγονʼ, ἐλθὼν λαὸν εἰς αὐτόχθονακλεινῶν Ἀθηνῶν — οἶσθα γὰρ θεᾶς πόλιν —λαβὼν βρέφος νεογνὸν ἐκ κοίλης πέτραςαὐτῷ σὺν ἄγγει σπαργάνοισί θʼ οἷς ἔχειἔνεγκε Δελφῶν τἀμὰ πρὸς χρηστήρια,καὶ θὲς πρὸς αὐταῖς εἰσόδοις δόμων ἐμῶν.τὰ δʼ ἄλλʼ — ἐμὸς γάρ ἐστιν, ὡς εἰδῇς, ὁ παῖς —ἡμῖν μελήσει. Λοξίᾳ δʼ ἐγὼ χάρινπράσσων ἀδελφῷ πλεκτὸν ἐξάρας κύτοςἤνεγκα, καὶ τὸν παῖδα κρηπίδων ἔπιτίθημι ναοῦ τοῦδʼ, ἀναπτύξας κύτοςἑλικτὸν ἀντίπηγος, ὡς ὁρῷθʼ ὁ παῖς.