ἐλθὼν ἵνʼ ἡμῖν βουθυτεῖ λάθρα πόσις,δείπνων ὅταν λήγωσι καὶ σπονδὰς θεοῖςμέλλωσι λείβειν, ἐν πέπλοις ἔχων τόδεκάθες βαλὼν ἐς πῶμα τῷ νεανίᾳἰδίᾳ δέ, μή τι πᾶσι, χωρίσας ποτὸντῷ τῶν ἐμῶν μέλλοντι δεσπόζειν δόμων.κἄνπερ διέλθῃ λαιμόν, οὔποθʼ ἵξεταικλεινὰς Ἀθήνας, κατθανὼν δʼ αὐτοῦ μενεῖ.σὺ μέν νυν εἴσω προξένων μέθες πόδα·ἡμεῖς δʼ ἐφʼ ᾧ τετάγμεθʼ ἐκπονήσομεν.ἄγʼ, ὦ γεραιὲ πούς, νεανίας γενοῦἔργοισι, κεἰ μὴ τῷ χρόνῳ πάρεστί σοι.ἐχθρὸν δʼ ἐπʼ ἄνδρα στεῖχε δεσποτῶν μέτα,καὶ συμφόνευε καὶ συνεξαίρει δόμων.τὴν δʼ εὐσέβειαν εὐτυχοῦσι μὲν καλὸντιμᾶν· ὅταν δὲ πολεμίους δρᾶσαι κακῶςθέλῃ τις, οὐδεὶς ἐμποδὼν κεῖται νόμος.Εἰνοδία θύγατερ Δάματρος, ἃ τῶννυκτιπόλων ἐφόδων ἀνάσσειςκαὶ μεθαμερίων, ὅδωσονδυσθανάτων κρατήρων πλη-ρώματʼ ἐφʼ οἷσι πέμπειπότνια πότνιʼ ἐμὰ χθονίαςΓοργοῦς λαιμοτόμων ἀπὸσταλαγμῶντῷ τῶν Ἐρεχθεϊδᾶνδόμων ἐφαπτομένῳ·μηδέ ποτʼ ἄλλος ἄλλων ἀπʼ οἴ-κων πόλεως ἀνάσσοιπλὴν τῶν εὐγενετᾶν Ἐρεχθειδᾶν.εἰ δʼ ἀτελὴς θάνατος σπουδαί τε δεσποί-νας, ὅ τε καιρὸς ἄπεισι τόλμας,ᾇ νῦν ἐλπὶς ἐφαίνετʼ, ἢ θη-κτὸν ξίφος ἢ δαίμων ἐξά-ψει βρόχον ἀμφὶ δειρήν,πάθεσι πάθεα δʼ ἐξανύτουσʼεἰς ἄλλας βιότου κάτει-σι μορφάς.οὐ γὰρ δόμων γʼ ἑτέρουςἄρχοντας ἀλλοδαποὺς