τέθνηκʼ; Ἀπόλλων δʼ ὁ κακὸς οὐδὲν ἤρκεσεν;οὐκ ἤρκεσʼ· Ἅιδου δʼ ἐν δόμοις παιδεύεται.τίς γάρ νιν ἐξέθηκεν; οὐ γὰρ δὴ σύ γε.ἡμεῖς, ἐν ὄρφνῃ σπαργανώσαντες πέπλοις.οὐδὲ ξυνῄδει σοί τις ἔκθεσιν τέκνου;αἱ ξυμφοραί γε καὶ τὸ λανθάνειν μόνον.καὶ πῶς ἐν ἄντρῳ παῖδα σὸν λιπεῖν ἔτλης;πῶς δʼ οἰκτρὰ πολλὰ στόματος ἐκβαλοῦσʼ ἔπη —φεῦ·τλήμων σὺ τόλμης, ὁ δὲ θεὸς μᾶλλον σέθεν.εἰ παῖδά γʼ εἶδες χεῖρας ἐκτείνοντά μοι.μαστὸν διώκοντʼ ἦ πρὸς ἀγκάλαις πεσεῖν;ἐνταῦθʼ, ἵνʼ οὐκ ὢν ἄδικʼ ἔπασχεν ἐξ ἐμοῦ.σοὶ δʼ ἐς τί δόξʼ ἐσῆλθεν ἐκβαλεῖν τέκνον;ὡς τὸν θεὸν σῴζοντα τόν γʼ αὑτοῦ γόνον.οἴμοι, δόμων σῶν ὄλβος ὡς χειμάζεται.τί κρᾶτα κρύψας, ὦ γέρον, δακρυρροεῖς;σὲ καὶ πατέρα σὸν δυστυχοῦντας εἰσορῶ.τὰ θνητὰ τοιαῦτʼ· οὐδὲν ἐν ταὐτῷ μένει.μή νυν ἔτʼ οἴκτων, θύγατερ, ἀντεχώμεθα.τί γάρ με χρὴ δρᾶν; ἀπορία τὸ δυστυχεῖν.τὸν πρῶτον ἀδικήσαντά σʼ ἀποτίνου θεόν.καὶ πῶς τὰ κρείσσω θνητὸς οὖσʼ ὑπερδράμω;πίμπρη τὰ σεμνὰ Λοξίου χρηστήρια.δέδοικα· καὶ νῦν πημάτων ἄδην ἔχω.τὰ δυνατά νυν τόλμησον, ἄνδρα σὸν κτανεῖν.αἰδούμεθʼ εὐνὰς τὰς τόθʼ ἡνίκʼ ἐσθλὸς ἦν.νῦν δʼ ἀλλὰ παῖδα τὸν ἐπὶ σοὶ πεφηνότα.πῶς; εἰ γὰρ εἴη δυνατόν· ὡς θέλοιμί γʼ ἄν.ξιφηφόρους σοὺς ὁπλίσασʼ ὀπάονας.στείχοιμʼ ἄν· ἀλλὰ ποῦ γενήσεται τόδε;ἱεραῖσιν ἐν σκηναῖσιν, οὗ θοινᾷ φίλους.ἐπίσημον ὁ φόνος, καὶ τὸ δοῦλον ἀσθενές.ὤμοι, κακίζῃ· φέρε, σὺ νῦν βούλευέ τι.καὶ μὴν ἔχω γε δόλια καὶ δραστήρια.ἀμφοῖν ἂν εἴην τοῖνδʼ ὑπηρέτης ἐγώ.ἄκουε τοίνυν· οἶσθα γηγενῆ μάχην;οἶδʼ, ἣν Φλέγρᾳ Γίγαντες ἔστησαν θεοῖς.ἐνταῦθα Γοργόνʼ ἔτεκε Γῆ, δεινὸν τέρας.ἦ παισὶν αὑτῆς σύμμαχον, θεῶν πόνον;