Ἰὼ κακὸς εὐνάτωρ,ὃς τῷ μὲν ἐμῷ νυμφεύτᾳχάριν οὐ προλαβὼνπαῖδʼ εἰς οἴκους οἰκίζεις·ὁ δʼ ἐμὸς γενέτας καὶ σός γʼ, ἀμαθής,οἰωνοῖς ἔρρει συλαθείς,σπάργανα ματέρος ἐξαλλάξας.μισεῖ σʼ ἁ Δᾶλος καὶ δάφναςἔρνεα φοίνικα παρʼ ἁβροκόμαν,ἔνθα λοχεύματα σέμνʼ ἐλοχεύσατοΛατὼ Δίοισί σε καρποῖς.οἴμοι, μέγας θησαυρὸς ὡς ἀνοίγνυταικακῶν, ἐφʼ οἷσι πᾶς ἂν ἐκβάλοι δάκρυ.ὦ θύγατερ, οὔτοι σὸν βλέπων ἐμπίμπλαμαιπρόσωπον, ἔξω δʼ ἐγενόμην γνώμης ἐμῆς.κακῶν γὰρ ἄρτι κῦμʼ ὑπεξαντλῶν φρενί,πρύμνηθεν αἴρει μʼ ἄλλο σῶν λόγων ὕπο,οὓς ἐκβαλοῦσα τῶν παρεστώτων κακῶνμετῆλθες ἄλλων πημάτων κακὰς ὁδούς.τί φῄς; τίνα λόγον Λοξίου κατηγορεῖς;ποῖον τεκεῖν φῂς παῖδα; ποῦ θεῖναι πόλεωςθηρσὶν φίλον τύμβευμʼ; ἄνελθέ μοι πάλιν.αἰσχύνομαι μέν σʼ, ὦ γέρον, λέξω δʼ ὅμως.ὡς συστενάζειν γʼ οἶδα γενναίως φίλοις.ἄκουε τοίνυν· οἶσθα Κεκροπίας πέτραςπρόσβορρον ἄντρον, ἃς Μακρὰς κικλήσκομεν;οἶδʼ, ἔνθα Πανὸς ἄδυτα καὶ βωμοὶ πέλας.ἐνταῦθʼ ἀγῶνα δεινὸν ἠγωνίσμεθα.τίνʼ; ὡς ἀπαντᾷ δάκρυά μοι τοῖς σοῖς λόγοις.Φοίβῳ ξυνῆψʼ ἄκουσα δύστηνον γάμον.ὦ θύγατερ, ἆρʼ ἦν ταῦθʼ ἅ γʼ ᾐσθόμην ἐγώ;οὐκ οἶδʼ· ἀληθῆ δʼ εἰ λέγεις φαίημεν ἄν.νόσον κρυφαίαν ἡνίκʼ ἔστενες λάθρα;τότʼ ἦν ἃ νῦν σοι φανερὰ σημαίνω κακά.κᾆτʼ ἐξέκλεψας πῶς Ἀπόλλωνος γάμους;ἔτεκον — ἀνάσχου ταῦτʼ ἐμοῦ κλύων, γέρον.ποῦ; τίς λοχεύει σʼ; ἢ μόνη μοχθεῖς τάδε;μόνη κατʼ ἄντρον οὗπερ ἐζεύχθην γάμοις.ὁ παῖς δὲ ποῦ ʼστιν; ἵνα σὺ μηκέτʼ ᾖς ἄπαις.τέθνηκεν, ὦ γεραιέ, θηρσὶν ἐκτεθείς.