πότνιαν ἀκτάν,οὐκέτι κρύψω λέχος, ὡς στέρνωνἀπονησαμένη ῥᾴων ἔσομαι.στάζουσι κόραι δακρύοισιν ἐμαί,ψυχὴ δʼ ἀλγεῖ κακοβουλευθεῖσʼἔκ τʼ ἀνθρώπων ἔκ τʼ ἀθανάτων,οὓς ἀποδείξωλέκτρων προδότας ἀχαρίστους.ὦ τᾶς ἑπταφθόγγου μέλπωνκιθάρας ἐνοπάν, ἅτʼ ἀγραύλοιςκέρασιν ἐν ἀψύχοις ἀχεῖμουσᾶν ὕμνους εὐαχήτους,σοὶ μομφάν, ὦ Λατοῦς παῖ,πρὸς τάνδʼ αὐγὰν αὐδάσω.ἦλθές μοι χρυσῷ χαίτανμαρμαίρων, εὖτʼ ἐς κόλπουςκρόκεα πέταλα φάρεσιν ἔδρεπον,ἀνθίζειν χρυσανταυγῆ·λευκοῖς δʼ ἐμφὺς καρποῖσινχειρῶν εἰς ἄντρου κοίταςκραυγὰν Ὦ μᾶτέρ μʼ αὐδῶσανθεὸς ὁμευνέταςἆγες ἀναιδείᾳΚύπριδι χάριν πράσσων.τίκτω δʼ ἁ δύστανός σοικοῦρον, τὸν φρίκᾳ ματρὸςεἰς εὐνὰν βάλλω τὰν σάν,ἵνα με λέχεσι μελέαν μελέοιςἐζεύξω τὰν δύστανον.οἴμοι μοι· καὶ νῦν ἔρρειπτανοῖς ἁρπασθεὶς θοίναπαῖς μοι καὶ σός, τλάμων·σὺ δὲ κιθάρᾳ κλάζειςπαιᾶνας μέλπων.ὠή,τὸν Λατοῦς αὐδῶ σʼ,ὅστʼ ὀμφὰν κληροῖςπρὸς χρυσέους θάκουςκαὶ γαίας μεσσήρεις ἕδρας,εἰς οὖς αὐδὰν καρύξω·