οἳ συντιθέντες τἄδικʼ εἶτα μηχαναῖςκοσμοῦσι. φαῦλον χρηστὸν ἂν λαβεῖν φίλονθέλοιμι μᾶλλον ἢ κακὸν σοφώτερον.καὶ τῶνδʼ ἁπάντων ἔσχατον πείσῃ κακόν·ἀμήτορʼ, ἀναρίθμητον, ἐκ δούλης τινὸςγυναικός, ἐς σὸν δῶμα δεσπότην ἄγειν.ἁπλοῦν ἂν ἦν γὰρ τὸ κακόν, εἰ παρʼ εὐγενοῦςμητρός, πιθών σε, σὴν λέγων ἀπαιδίαν,ἐσῴκισʼ οἴκους· εἰ δὲ σοὶ τόδʼ ἦν πικρόν,τῶν Αἰόλου νιν χρῆν ὀρεχθῆναι γάμων.ἐκ τῶνδε δεῖ σε δὴ γυναικεῖόν τι δρᾶν·ἢ γὰρ ξίφος λαβοῦσαν ἢ δόλῳ τινὶἢ φαρμάκοισι σὸν κατακτεῖναι πόσινκαὶ παῖδα, πρὶν σοὶ θάνατον ἐκ κείνων μολεῖν.εἰ γάρ γʼ ὑφήσεις τοῦδʼ, ἀπαλλάξῃ βίου.δυοῖν γὰρ ἐχθροῖν εἰς ἓν ἐλθόντοιν στέγος,ἢ θάτερον δεῖ δυστυχεῖν ἢ θάτερον.ἐγὼ μὲν οὖν σοι καὶ συνεκπονεῖν θέλω,καὶ συμφονεύειν παῖδʼ ἐπεισελθὼν δόμουςοὗ δαῖθʼ ὁπλίζει, καὶ τροφεῖα δεσπόταιςἀποδοὺς θανεῖν τε ζῶν τε φέγγος εἰσορᾶν.ἓν γάρ τι τοῖς δούλοισιν αἰσχύνην φέρει,τοὔνομα· τὰ δʼ ἄλλα πάντα τῶν ἐλευθέρωνοὐδὲν κακίων δοῦλος, ὅστις ἐσθλὸς ᾖ.κἀγώ, φίλη δέσποινα, συμφορὰν θέλωκοινουμένη τήνδʼ ἢ θανεῖν ἢ ζῆν καλῶς.ὦ ψυχά, πῶς σιγάσω;πῶς δὲ σκοτίας ἀναφήνωεὐνάς, αἰδοῦς δʼ ἀπολειφθῶ;τί γὰρ ἐμπόδιον κώλυμʼ ἔτι μοι;πρὸς τίνʼ ἀγῶνας τιθέμεσθʼ ἀρετῆς;οὐ πόσις ἡμῶν προδότης γέγονεν,στέρομαι δʼ οἴκων, στέρομαι παίδων,φροῦδαι δʼ ἐλπίδες, ἃς διαθέσθαιχρῄζουσα καλῶς οὐκ ἐδυνήθην,σιγῶσα γάμους,σιγῶσα τόκους πολυκλαύτους;ἀλλʼ οὐ τὸ Διὸς πολύαστρον ἕδοςκαὶ τὴν ἐπʼ ἐμοῖς σκοπέλοισι θεὰνλίμνης τʼ ἐνύδρου Τριτωνιάδος