πόσις ταλαίνης; πῶς δὲ ποῦ νιν εἰσιδών;οἶσθʼ, ὦ φίλη δέσποινα, τὸν νεανίανὃς τόνδʼ ἔσαιρε ναόν; οὗτος ἔσθʼ ὁ παῖς.ἀνʼ ὑγρὸν ἀμπταίην αἰθέρα πόρσω γαί-ας Ἑλλανίας, ἀστέρας ἑσπέρους,οἷον οἷον ἄλγος ἔπαθον, φίλαι.ὄνομα δὲ ποῖον αὐτὸν ὀνομάζει πατήρ;οἶσθʼ, ἢ σιωπῇ τοῦτʼ ἀκύρωτον μένει;Ἴωνʼ, ἐπείπερ πρῶτος ἤντησεν πατρί.μητρὸς δʼ ὁποίας ἐστὶν —οὐκ ἔχω φράσαι.φροῦδος δʼ — ἵνʼ εἰδῇς πάντα τἀπʼ ἐμοῦ, γέρον —παιδὸς προθύσων ξένια καὶ γενέθλιασκηνὰς ἐς ἱερὰς τῆσδε λαθραίως πόσις,κοινὴν ξυνάψων δαῖτα παιδὶ τῷ νέῳ.δέσποινα, προδεδόμεσθα — σὺν γάρ σοι νοσῶ —τοῦ σοῦ πρὸς ἀνδρός, καὶ μεμηχανημένωςὑβριζόμεσθα δωμάτων τʼ Ἐρεχθέωςἐκβαλλόμεσθα. καὶ σὸν οὐ στυγῶν πόσινλέγω, σὲ μέντοι μᾶλλον ἢ κεῖνον φιλῶν·ὅστις σε γήμας ξένος ἐπεισελθὼν πόλινκαὶ δῶμα καὶ σὴν παραλαβὼν παγκληρίαν,ἄλλης γυναικὸς παῖδας ἐκκαρπούμενοςλάθρα πέφηνεν· ὡς λάθρα δʼ, ἐγὼ φράσω.ἐπεί σʼ ἄτεκνον ᾔσθετʼ, οὐκ ἔστεργέ σοιὅμοιος εἶναι τῆς τύχης τʼ ἴσον φέρειν,λαβὼν δὲ δοῦλα λέκτρα νυμφεύσας λάθρατὸν παῖδʼ ἔφυσεν, ἐξενωμένον δέ τῳΔελφῶν δίδωσιν ἐκτρέφειν. ὃ δʼ ἐν θεοῦδόμοισιν ἄφετος, ὡς λάθοι, παιδεύεται.νεανίαν δʼ ὡς ᾔσθετʼ ἐκτεθραμμένον,ἐλθεῖν σʼ ἔπεισε δεῦρʼ ἀπαιδίας χάριν.κᾆθʼ ὁ θεὸς οὐκ ἐψεύσαθʼ, ὅδε δʼ ἐψεύσατοπάλαι τρέφων τὸν παῖδα, κἄπλεκεν πλοκὰςτοιάσδʼ· ἁλοὺς μὲν ἀνέφερʼ ἐς τὸν δαίμονα,ἐλθὼν δὲ καὶ τὸν χρόνον ἀμύνεσθαι θέλωντυραννίδʼ αὐτῷ περιβαλεῖν ἔμελλε γῆς.καινὸν δὲ τοὔνομʼ ἀνὰ χρόνον πεπλασμένονἼων, ἰόντι δῆθεν ὅτι συνήντετο.οἴμοι, κακούργους ἄνδρας ὡς αἰεὶ στυγῶ,