Ἴωνʼ ἐγώ νιν πρῶτος ὀνομάζω θεῶν.ἅρματα μὲν τάδε λαμπρὰ τεθρίππωνἭλιος ἤδη λάμπει κατὰ γῆν,ἄστρα δὲ φεύγει πυρὶ τῷδʼ αἰθέροςἐς νύχθʼ ἱεράν·Παρνησιάδες δʼ ἄβατοι κορυφαὶκαταλαμπόμεναι τὴν ἡμερίανἁψῖδα βροτοῖσι δέχονται.σμύρνης δʼ ἀνύδρου καπνὸς εἰς ὀρόφουςΦοίβου πέταται.θάσσει δὲ γυνὴ τρίποδα ζάθεονΔελφίς, ἀείδουσʼ Ἕλλησι βοάς,ἃς ἂν Ἀπόλλων κελαδήσῃ.ἀλλʼ, ὦ Φοίβου Δελφοὶ θέραπες,τὰς Κασταλίας ἀργυροειδεῖςβαίνετε δίνας, καθαραῖς δὲ δρόσοιςἀφυδρανάμενοι στείχετε ναούς·στόμα τʼ εὔφημον φρουρεῖν ἀγαθόν,φήμας τʼ ἀγαθὰςτοῖς ἐθέλουσιν μαντεύεσθαιγλώσσης ἰδίας ἀποφαίνειν.ἡμεῖς δέ, πόνους οὓς ἐκ παιδὸςμοχθοῦμεν ἀεί, πτόρθοισι δάφνηςστέφεσίν θʼ ἱεροῖς ἐσόδους Φοίβουκαθαρὰς θήσομεν, ὑγραῖς τε πέδονῥανίσιν νοτερόν· πτηνῶν τʼ ἀγέλας,αἳ βλάπτουσιν σέμνʼ ἀναθήματα,τόξοισιν ἐμοῖς φυγάδας θήσομεν·ὡς γὰρ ἀμήτωρ ἀπάτωρ τε γεγὼςτοὺς θρέψανταςΦοίβου ναοὺς θεραπεύω.ἄγʼ, ὦ νεηθαλὲς ὦκαλλίστας προπόλευμα δά-φνας, ἃ τὰν Φοίβου θυμέλανσαίρεις ὑπὸ ναοῖς,κήπων ἐξ ἀθανάτων,ἵνα δρόσοι τέγγουσʼ ἱεραί,ῥοὰν ἀέναονπαγᾶν ἐκπροϊεῖσαι,μυρσίνας ἱερὰν φόβαν·