ᾇ σαίρω δάπεδον θεοῦπαναμέριος ἅμʼ ἁλίουπτέρυγι θοᾷλατρεύων τὸ κατʼ ἦμαρ.ὦ Παιὰν ὦ Παιάν,εὐαίων εὐαίωνεἴης, ὦ Λατοῦς παῖ.καλόν γε τὸν πόνον, ὦΦοῖβε, σοὶ πρὸ δόμων λατρεύ-ω τιμῶν μαντεῖον ἕδραν·κλεινὸς δʼ ὁ πόνος μοιθεοῖσιν δούλαν χέρʼ ἔχεινοὐ θνατοῖς, ἀλλʼ ἀθανάτοις·εὐφάμους δὲ πόνουςμοχθεῖν οὐκ ἀποκάμνω.Φοῖβός μοι γενέτωρ πατήρ·τὸν βόσκοντα γὰρ εὐλογῶ,τὸ δʼ ὠφέλιμον ἐμοὶ πατέροςὄνομα λέγωΦοίβου τοῦ κατὰ ναόν.ὦ Παιὰν ὦ Παιάν,εὐαίων εὐαίωνεἴης, ὦ Λατοῦς παῖ.ἀλλʼ ἐκπαύσω γὰρ μόχθουςδάφνας ὁλκοῖς,χρυσέων δʼ ἐκ τευχέων ῥίψωΓαίας παγάν,ἃν ἀποχεύονταιΚασταλίας δῖναι,νοτερὸν ὕδωρ βάλλων,ὅσιος ἀπʼ εὐνᾶς ὤν.εἴθʼ οὕτως αἰεὶ Φοίβῳλατρεύων μὴ παυσαίμαν,ἢ παυσαίμαν ἀγαθᾷ μοίρᾳ.ἔα ἔα·φοιτῶσʼ ἤδη λείπουσίν τεπτανοὶ Παρνασοῦ κοίτας·αὐδῶ μὴ χρίμπτειν θριγκοῖςμηδʼ ἐς χρυσήρεις οἴκους —μάρψω σʼ αὖ τόξοις, ὦ Ζηνὸς