κυρεῖ δʼ ἅμʼ ἱππεύοντος ἡλίου κύκλῳπροφῆτις ἐσβαίνουσα μαντεῖον θεοῦ·ὄψιν δὲ προσβαλοῦσα παιδὶ νηπίῳἐθαύμασʼ εἴ τις Δελφίδων τλαίη κόρηλαθραῖον ὠδῖνʼ ἐς θεοῦ ῥῖψαι δόμον,ὑπέρ τε θυμέλας διορίσαι πρόθυμος ἦν·οἴκτῳ δʼ ἀφῆκεν ὠμότητα — καὶ θεὸςσυνεργὸς ἦν τῷ παιδὶ μὴ ʼκπεσεῖν δόμων —τρέφει δέ νιν λαβοῦσα. τὸν σπείραντα δὲοὐκ οἶδε Φοῖβον οὐδὲ μητέρʼ ἧς ἔφυ,ὁ παῖς τε τοὺς τεκόντας οὐκ ἐπίσταται.νέος μὲν οὖν ὢν ἀμφὶ βωμίους τροφὰςἠλᾶτʼ ἀθύρων· ὡς δʼ ἀπηνδρώθη δέμας,Δελφοί σφʼ ἔθεντο χρυσοφύλακα τοῦ θεοῦταμίαν τε πάντων πιστόν, ἐν δʼ ἀνακτόροιςθεοῦ καταζῇ δεῦρʼ ἀεὶ σεμνὸν βίον.Κρέουσα δʼ ἡ τεκοῦσα τὸν νεανίανΞούθῳ γαμεῖται συμφορᾶς τοιᾶσδʼ ὕπο·ἦν ταῖς Ἀθήναις τοῖς τε Χαλκωδοντίδαις,οἳ γῆν ἔχουσʼ Εὐβοῖδα, πολέμιος κλύδων·ὃν συμπονήσας καὶ συνεξελὼν δορὶγάμων Κρεούσης ἀξίωμʼ ἐδέξατο,οὐκ ἐγγενὴς ὤν, Αἰόλου δὲ τοῦ Διὸςγεγὼς Ἀχαιός. χρόνια δὲ σπείρας λέχηἄτεκνός ἐστι, καὶ Κρέουσʼ· ὧν οὕνεκαἥκουσι πρὸς μαντεῖʼ Ἀπόλλωνος τάδεἔρωτι παίδων. Λοξίας δὲ τὴν τύχηνἐς τοῦτʼ ἐλαύνει, κοὐ λέληθεν, ὡς δοκεῖ.δώσει γὰρ εἰσελθόντι μαντεῖον τόδεΞούθῳ τὸν αὑτοῦ παῖδα, καὶ πεφυκέναικείνου σφε φήσει, μητρὸς ὡς ἐλθὼν δόμουςγνωσθῇ Κρεούσῃ, καὶ γάμοι τε Λοξίουκρυπτοὶ γένωνται παῖς τʼ ἔχῃ τὰ πρόσφορα.Ἴωνα δʼ αὐτόν, κτίστορʼ Ἀσιάδος χθονός,ὄνομα κεκλῆσθαι θήσεται καθʼ Ἑλλάδα.ἀλλʼ ἐς δαφνώδη γύαλα βήσομαι τάδε,τὸ κρανθὲν ὡς ἂν ἐκμάθω παιδὸς πέρι.ὁρῶ γὰρ ἐκβαίνοντα Λοξίου γόνοντόνδʼ, ὡς πρὸ ναοῦ λαμπρὰ θῇ πυλώματαδάφνης κλάδοισιν. ὄνομα δʼ, οὗ μέλλει τυχεῖν,