τίς ἥδε μοῦσα, χὡ φόβος τίνων πέρι;εἴπωμεν ἢ σιγῶμεν; ἢ τί δράσομεν;εἴφʼ· ὡς ἔχεις γε συμφοράν τινʼ εἰς ἐμέ.εἰρήσεταί τοι, κεἰ θανεῖν μέλλω διπλῇ.οὐκ ἔστι σοι, δέσποινʼ, ἐπʼ ἀγκάλαις λαβεῖντέκνʼ, οὐδὲ μαστῷ σῷ προσαρμόσαι ποτέ.ὤμοι, θάνοιμι.θύγατερ.ὦ τάλαινʼἐγὼ συμφορᾶς, ἔλαβον ἔπαθον ἄχοςἀβίοτον, φίλαι.διοιχόμεσθα.τέκνον.αἰαῖ αἰαῖ·διανταῖος ἔτυπεν ὀδύνα με πλευ-μόνων τῶνδʼ ἔσω.μήπω στενάξῃςἀλλὰ πάρεισι γόοι.πρὶν ἂν μάθωμενἀγγελίαν τίνα μοι;εἰ ταὐτὰ πράσσων δεσπότης τῆς συμφορᾶςκοινωνός ἐστιν, ἢ μόνη σὺ δυστυχεῖς.κείνῳ μέν, ὦ γεραιέ, παῖδα Λοξίαςἔδωκεν, ἰδίᾳ δʼ εὐτυχεῖ ταύτης δίχα.τόδʼ ἐπὶ τῷδε κακὸν ἄκρον ἔλακεςἄχος ἐμοὶ στένειν.πότερα δὲ φῦναι δεῖ γυναικὸς ἔκ τινοςτὸν παῖδʼ ὃν εἶπας, ἢ γεγῶτʼ ἐθέσπισεν;ἤδη πεφυκότʼ ἐκτελῆ νεανίανδίδωσιν αὐτῷ Λοξίας· παρῆ δʼ ἐγώ.πῶς φῄς; ἄφατον ἄφατον ἀναύδητονλόγον ἐμοὶ θροεῖς.κἄμοιγε. πῶς δʼ ὁ χρησμὸς ἐκπεραίνεται,σαφέστερόν μοι φράζε, χὥστις ἔσθʼ ὁ παῖς.ὅτῳ ξυναντήσειεν ἐκ θεοῦ συθεὶςπρώτῳ πόσις σός, παῖδʼ ἔδωκʼ αὐτῷ θεός.ὀττοτοττοτοῖ· τὸν δʼ ἐμὸν ἄτεκνον ἄτεκνον ἔλακενἄρα βίοτον; ἐρημίᾳ δʼ ὀρφανοὺςδόμους οἰκήσω.τίς οὖν ἐχρήσθη; τῷ συνῆψʼ ἴχνος ποδὸς