λαιψηρὰ πηδᾷ νυκτιπόλοις ἅμα σὺν Βάκχαις,μή ποτʼ εἰς ἐμὰν πόλιν ἵκοιθʼ ὁ παῖς,νέαν δʼ ἁμέραν ἀπολιπὼν θάνοι.στενομένα γὰρ ἂν πόλις ἔχοι σκῆψινξενικὸν ἐσβολὰνἁλίσας ὁ πάρος ἀρχαγὸς ὢνἘρεχθεὺς ἄναξ.ὦ πρέσβυ παιδαγώγʼ Ἐρεχθέως πατρὸςτοὐμοῦ ποτʼ ὄντος, ἡνίκʼ ἦν ἔτʼ ἐν φάει,ἔπαιρε σαυτὸν πρὸς θεοῦ χρηστήρια,ὥς μοι συνησθῇς, εἴ τι Λοξίας ἄναξθέσπισμα παίδων ἐς γονὰς ἐφθέγξατο.σὺν τοῖς φίλοις γὰρ ἡδὺ μὲν πράσσειν καλῶς·ἃ μὴ γένοιτο δʼ, εἴ τι τυγχάνοι κακόν,ἐς ὄμματʼ εὔνου φωτὸς ἐμβλέψαι γλυκύ.ἐγὼ δέ σʼ, ὥσπερ καὶ σὺ πατέρʼ ἐμόν ποτε,δέσποινʼ ὅμως οὖσʼ ἀντικηδεύω πατρός.ὦ θύγατερ, ἄξιʼ ἀξίων γεννητόρωνἤθη φυλάσσεις, κοὐ καταισχύνασʼ ἔχειςτοὺς σοὺς παλαιούς, ἐκγόνους αὐτόχθονας.ἕλχʼ ἕλκε πρὸς μέλαθρα καὶ κόμιζέ με.αἰπεινά τοι μαντεῖα· τοῦ γήρως δέ μοισυνεκπονοῦσα κῶλον ἰατρὸς γενοῦ.ἕπου νυν· ἴχνος δʼ ἐκφύλασσʼ ὅπου τίθης.ἰδού.τὸ τοῦ ποδὸς μὲν βραδύ, τὸ τοῦ δὲ νοῦ ταχύ.βάκτρῳ δʼ ἐρείδου περιφερῆ στίβον χθονός.καὶ τοῦτο τυφλόν, ὅταν ἐγὼ βλέπω βραχύ.ὀρθῶς ἔλεξας· ἀλλὰ μὴ παρῇς κόπῳ.οὔκουν ἑκών γε· τοῦ δʼ ἀπόντος οὐ κρατῶ.γυναῖκες, ἱστῶν τῶν ἐμῶν καὶ κερκίδοςδούλευμα πιστόν, τίνα τύχην λαβὼν πόσιςβέβηκε παίδων, ὧνπερ οὕνεχʼ ἥκομεν;σημήνατʼ· εἰ γὰρ ἀγαθά μοι μηνύσετε,οὐκ εἰς ἀπίστους δεσπότας βαλεῖς χάριν.ἰὼ δαῖμον.τὸ φροίμιον μὲν τῶν λόγων οὐκ εὐτυχές.ἰὼ τλᾶμον.ἀλλʼ ἦ τι θεσφάτοισι δεσποτῶν νοσῶ;εἶἑν· τί δρῶμεν; θάνατος ὧν κεῖται πέρι