καθαρὰν γὰρ ἤν τις ἐς πόλιν πέσῃ ξένος,κἂν τοῖς λόγοισιν ἀστὸς ᾖ, τό γε στόμαδοῦλον πέπαται κοὐκ ἔχει παρρησίαν.ὁρῶ δάκρυα καὶ πενθίμουςἀλαλαγὰς στεναγμάτων τʼ ἐσβολάς,ὅταν ἐμὰ τύραννος εὐπαιδίανπόσιν ἔχοντʼ εἰδῇ,αὐτὴ δʼ ἄπαις ᾖ καὶ λελειμμένη τέκνων.τίνʼ, ὦ παῖ πρόμαντι Λατοῦς, ἔχρη-σας ὑμνῳδίαν;πόθεν ὁ παῖς ὅδʼ ἀμφὶ ναοὺς σέθεντρόφιμος ἐξέβα; γυναικῶν τίνος;οὐ γάρ με σαίνει θέσφατα μή τινʼ ἔχῃ δόλον.δειμαίνω συμφοράν,ἐφʼ ὅ ποτε βάσεται.ἄτοπος ἄτοπα γὰρ δίδωσί μοι,τὸ δʼ ἔτʼ εὔφημʼ ἔχει,δόλον τύχαν θʼ, ὁ παῖςἄλλων τραφεὶς ἐξ αἱμάτων.τίς οὐ τάδε ξυνοίσεται;— φίλαι, πότερʼ ἐμᾷ δεσποίνᾳτάδε τορῶς ἐς οὖς γεγωνήσομεν;πόσιν, ἐν ᾧ τὰ πάντʼ ἔχουσʼ ἐλπίδωνμέτοχος ἦν, τλάμων,— νῦν δʼ ἣ μὲν ἔρρει συμφοραῖς, ὃ δʼ εὐτυχεῖ.— πολιὸν ἐσπεσοῦσα γῆρας, πόσις δʼ— ἀτίετος φίλων.— μέλεος, ὃς θυραῖος ἐλθὼν δόμους,μέγαν ἐς ὄλβον, οὐκ ἴσωσεν τύχης(— ὄλοιτʼ, ὄλοιτο) πότνιαν ἐξαπαφὼν ἐμάν.— καὶ θεοῖσιν μὴ τύχοικαλλίφλογα πέλανον ἐπὶπυρὶ καθαγνίσας· τὸ δʼ ἐμὸν εἴσεται,ὅσον ἀμᾶς ἔφυντυραννίδος φίλα.— ἦ δὴ πέλας δείπνων κυρεῖπαῖς καὶ πατὴρ νέος νέων.ἰὼ δειράδες Παρνασοῦ πέτραςἔχουσαι σκόπελον οὐράνιόν θʼ ἕδραν,ἵνα Βάκχιος ἀμφιπύρους ἀνέχων πεύκας