ἃ δʼ ἐνθάδʼ εἶχον ἀγάθʼ ἄκουσόν μου, πάτερ·τὴν φιλτάτην μὲν πρῶτον ἀνθρώπῳ σχολὴνὄχλον τε μέτριον, οὐδέ μʼ ἐξέπληξʼ ὁδοῦπονηρὸς οὐδείς· κεῖνο δʼ οὐκ ἀνασχετόν,εἴκειν ὁδοῦ χαλῶντα τοῖς κακίοσιν.θεῶν δʼ ἐν εὐχαῖς ἢ γόοισιν ἦ βροτῶν,ὑπηρετῶν χαίρουσιν, οὐ γοωμένοις.καὶ τοὺς μὲν ἐξέπεμπον, οἳ δʼ ἧκον ξένοι,ὥσθʼ ἡδὺς αἰεὶ καινὸς ἐν καινοῖσιν ἦ.ὃ δʼ εὐκτὸν ἀνθρώποισι, κἂν ἄκουσιν ᾖ,δίκαιον εἶναί μʼ ὁ νόμος ἡ φύσις θʼ ἅμαπαρεῖχε τῷ θεῷ. ταῦτα συννοούμενοςκρείσσω νομίζω τἀνθάδʼ ἢ τἀκεῖ, πάτερ.ἔα δʼ ἔμʼ αὐτοῦ ζῆν· ἴση γὰρ ἡ χάρις,μεγάλοισι χαίρειν σμικρά θʼ ἡδέως ἔχειν.καλῶς ἔλεξας, εἴπερ οὓς ἐγὼ φιλῶἐν τοῖσι σοῖσιν εὐτυχήσουσιν φίλοις.παῦσαι λόγων τῶνδʼ, εὐτυχεῖν δʼ ἐπίστασο·θέλω γὰρ οὗπέρ σʼ ηὗρον ἄρξασθαι, τέκνον,κοινῆς τραπέζης, δαῖτα πρὸς κοινὴν πεσών,θῦσαί θʼ ἅ σου πρὶν γενέθλιʼ οὐκ ἐθύσαμεν.καὶ νῦν μὲν ὡς δὴ ξένον ἄγων σʼ ἐφέστιονδείπνοισι τέρψω, τῆς δʼ Ἀθηναίων χθονὸςἄξω θεατὴν δῆθεν, ὡς οὐκ ὄντʼ ἐμόν.καὶ γὰρ γυναῖκα τὴν ἐμὴν οὐ βούλομαιλυπεῖν ἄτεκνον οὖσαν αὐτὸς εὐτυχῶν.χρόνῳ δὲ καιρὸν λαμβάνων προσάξομαιδάμαρτʼ ἐᾶν σε σκῆπτρα τἄμʼ ἔχειν χθονός.Ἴωνα δʼ ὀνομάζω σε τῇ τύχῃ πρέπον,ὁθούνεκʼ ἀδύτων ἐξιόντι μοι θεοῦἴχνος συνῆψας πρῶτος. ἀλλὰ τῶν φίλωνπλήρωμʼ ἀθροίσας βουθύτῳ σὺν ἡδονῇπρόσειπε, μέλλων Δελφίδʼ ἐκλιπεῖν πόλιν.ὑμῖν δὲ σιγᾶν, δμωΐδες, λέγω τάδε,ἢ θάνατον εἰπούσαισι πρὸς δάμαρτʼ ἐμήν.στείχοιμʼ ἄν. ἓν δὲ τῆς τύχης ἄπεστί μοι·εἰ μὴ γὰρ ἥτις μʼ ἔτεκεν εὑρήσω, πάτερ,ἀβίωτον ἡμῖν. εἰ δʼ ἐπεύξασθαι χρεών,ἐκ τῶν Ἀθηνῶν μʼ ἡ τεκοῦσʼ εἴη γυνή,ὥς μοι γένηται μητρόθεν παρρησία.