καὶ τοῦτʼ ἔχων τοὔνειδος, ἀσθενὴς μὲν ὤν —μηδὲν καὶ οὐδὲν ὢν κεκλήσομαι·ἢν δʼ ἐς τὸ πρῶτον πόλεος ὁρμηθεὶς ζυγὸνζητῶ τις εἶναι, τῶν μὲν ἀδυνάτων ὕπομισησόμεσθα· λυπρὰ γὰρ τὰ κρείσσονα·ὅσοι δέ, χρηστοὶ δυνάμενοί τʼ εἶναι σοφοί,σιγῶσι κοὐ σπεύδουσιν ἐς τὰ πράγματα,γέλωτʼ ἐν αὐτοῖς μωρίαν τε λήψομαιοὐχ ἡσυχάζων ἐν πόλει φόβου πλέᾳ.τῶν δʼ αὖ λογίων τε χρωμένων τε τῇ πόλειἐς ἀξίωμα βὰς πλέον φρουρήσομαιψήφοισιν. οὕτω γὰρ τάδʼ, ὦ πάτερ, φιλεῖ·οἳ τὰς πόλεις ἔχουσι κἀξιώματα,τοῖς ἀνθαμίλλοις εἰσὶ πολεμιώτατοι.ἐλθὼν δʼ ἐς οἶκον ἀλλότριον ἔπηλυς ὢνγυναῖκά θʼ ὡς ἄτεκνον, ἣ κοινουμένητὰς συμφοράς σοι πρόσθεν, ἀπολαχοῦσα νῦναὐτὴ καθʼ αὑτὴν τὴν τύχην οἴσει πικρῶς,πῶς οὐχ ὑπʼ αὐτῆς εἰκότως μισήσομαι,ὅταν παραστῶ σοὶ μὲν ἐγγύθεν ποδός,ἣ δʼ οὖσʼ ἄτεκνος τὰ σὰ φίλʼ εἰσορᾷ πικρῶς,κᾆτʼ ἢ προδοὺς σύ μʼ ἐς δάμαρτα σὴν βλέπῃςἢ τἀμὰ τιμῶν δῶμα συγχέας ἔχῃς;ὅσας σφαγὰς δὴ φαρμάκων τε θανασίμωνγυναῖκες ηὗρον ἀνδράσιν διαφθοράς.ἄλλως τε τὴν σὴν ἄλοχον οἰκτίρω, πάτερ,ἄπαιδα γηράσκουσαν· οὐ γὰρ ἀξίαπατέρων ἀπʼ ἐσθλῶν οὖσʼ ἀπαιδίᾳ νοσεῖν.τυραννίδος δὲ τῆς μάτην αἰνουμένηςτὸ μὲν πρόσωπον ἡδύ, τἀν δόμοισι δὲλυπηρά· τίς γὰρ μακάριος, τίς εὐτυχής,ὅστις δεδοικὼς καὶ παραβλέπων βίοναἰῶνα τείνει; δημότης ἂν εὐτυχὴςζῆν ἂν θέλοιμι μᾶλλον ἢ τύραννος ὤν,ᾧ τοὺς πονηροὺς ἡδονὴ φίλους ἔχειν,ἐσθλοὺς δὲ μισεῖ κατθανεῖν φοβούμενος.εἴποις ἂν ὡς ὁ χρυσὸς ἐκνικᾷ τάδε,πλουτεῖν τε τερπνόν; οὐ φιλῶ ψόφους κλύεινἐν χερσὶ σῴζων ὄλβον οὐδʼ ἔχειν πόνους·εἴη γʼ ἐμοὶ μὲν μέτρια μὴ λυπουμένῳ.